Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

325 Ὁ δὲ τῶν Πάρθων βασιλεύς, ἐπεὶ ἀφίκετο αὐτῷ ἡ ἀγγελία τῆς μάχης, ἐκπλαγεὶς τῷ τολμήματι τῶν ἀδελφῶν ἐπεθύμησεν αὐτοῖς ἐλθεῖν διʼ ὄψεως καὶ λόγων, καὶ πέμπει τὸν πιστότατον τῶν σωματοφυλάκων λέγοντα,
326 ὅτι βασιλεὺς Ἀρτάβανος καίπερ ἠδικημένος ὑφʼ ὑμῶν ἐπιχειρήσεως αὐτοῦ τῇ ἀρχῇ γενομένης ἐν ἐλάσσονι τὴν καθʼ αὑτὸν ὀργὴν τῆς ὑμετέρας ἀρετῆς ποιησάμενος ἀπέστειλέν με δεξιάς τε καὶ πίστιν δώσοντα ὑμῖν, συγχωρῶν ἄδειάν τε καὶ ἀσυλίαν ὁδῶν, χρῄζων ἐπὶ φιλίᾳ προσχωρεῖν πρὸς αὐτὸν δόλου τε καὶ ἀπάτης χωρίς, δῶρά τε δώσειν ὑπισχνεῖται καὶ τιμήν, ἥτις ὑμῖν πρὸς τῇ νῦν οὔσῃ ἀρετῇ μελλήσει δυνάμει τῇ ἐκείνου ὠφελεῖν. Ἀσιναῖος δὲ αὐτὸς μὲν ὑπερβάλλεται ὁδοὺς τὰς ἐκεῖ,
327 τὸν ἀδελφὸν δὲ Ἀνιλαῖον ἐκπέμπει μετὰ δώρων ὁπόσα πορίσαι ἦν. καὶ ὁ μὲν ᾤχετο καὶ εἴσοδος αὐτῷ γίνεται παρὰ βασιλέα. Ἀρτάβανος δὲ ἐπεὶ θεᾶται τὸν Ἀνιλαῖον καταμόνας ἥκοντα, ἤρετο τὴν αἰτίαν τοῦ καὶ τὸν Ἀσιναῖον ἐφυστερηκότος.
328 ἐπεὶ δὲ πυνθάνεται αὐτὸν δείσαντα ἐν τῷ ἕλει ὑπομένειν, ὁ δὲ τούς τε πατρῴους θεοὺς ἐπώμνυτο μηδὲν κακὸν δράσειν αὐτοὺς πίστει τῇ αὐτοῦ προσκεχωρηκότας, καὶ τὴν δεξιὰν ἐδίδου, ὅπερ μέγιστον παρὰ πᾶσιν τοῖς ἐκείνῃ βαρβάροις παράδειγμα τοῦ θαρσεῖν γίνεται τοῖς ὁμιλοῦσιν·
329 οὐ γὰρ ἂν ψεύσαιτό τις δεξιῶν ὑπʼ αὐτοῦ δόσεων γενομένων οὐδὲ πιστεύειν ἐνδοιάσειεν, εἰ τοιᾶσδε ἀσφαλείας δόσις γίνοιτο παρὰ τῶν ἐν ὑποψίᾳ ἀδικήσειν καθεστηκότων. καὶ Ἀρτάβανος μὲν ταῦτα πράξας ἐκπέμπει τὸν Ἀνιλαῖον πείσοντα τὸν ἀδελφὸν ἐπανελθεῖν,
330 ἔπρασσεν δὲ ταῦτα βασιλεὺς χρῄζων ἐνστομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίαν κτήσασθαι τῶν ἐκείνου σατραπειῶν ἐν ἀποστάσει τε οὐσῶν καὶ διανοίᾳ τοῦ ἀποστησομένου μέλλων ἐλάσειν ἐπʼ αὐτούς.
331 ἐδεδίει γάρ, μὴ καὶ περιεχομένου πολέμῳ τῷ ἐκείνῃ κατὰ χείρωσιν τῶν ἀφεστηκότων αὐξηθῶσιν ἐπὶ μέγα οἱ περὶ τὸν Ἀσιναῖον καὶ τὴν Βαβυλωνίαν ἤτοι γε συστήσονται ἐπʼ ἀκροάσει τῇ αὐτῶν ἢ καὶ τούτου γε ἀποτυχόντες τοῦ κακῶσαι μειζόνως οὐ διαμάρτοιεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi