Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

339 Παρθυαίων τε αὐτὸν ἐθεράπευον οἱ ταύτῃ καταπεμπόμενοι στρατηγοί· μικρὸν γὰρ ἐδόκει καὶ τῆς κατʼ αὐτὸν ἧσσον ἀρετῆς ἡ ἐκ Βαβυλωνίων προϊοῦσα τιμή. ἦν τε ἐν ἀξιώματι καὶ δυνάμει, πάντα τε ἤδη τὰ ἐπὶ τῆς Μεσοποταμίας πρὸς αὐτὸν ἦρτο πράγματα, προύκοπτέν τε αὐτῶν ἡ εὐδαιμονία ἐπὶ ἔτη πεντεκαίδεκα.
340 Ἀκμαζόντων δὲ αὐτοῖς τῶν ἀγαθῶν ἀρχὴ αὐτοὺς ἐπικαταλαμβάνει κακῶν ἐκ τοιᾶσδε αἰτίας, ἐπειδὴ τὴν ἀρετήν, ᾗ προύκοψαν ἐπὶ μέγα δυνάμεως, ἐκτρέπουσιν εἰς ὕβριν ἐπὶ παραβάσει τῶν πατρίων ὑπὸ ἐπιθυμιῶν καὶ ἡδονῆς ἐμπεσόντες τῶν Πάρθων τινί, στρατηγὸς δὲ ἀφίκετο τῶν ταύτῃ χωρίων,
341 ᾧ δὴ καὶ εἵπετο γαμετὴ τά τε ἄλλα καὶ εἰς τὸ ἐπαινεῖσθαι προειληφυῖα πασῶν καὶ μείζονα ῥοπὴν ἐπʼ αὐτῷ λαμβάνουσα θαύματι τοῦ εὐπρεποῦς.
342 ταύτης εἴτε ἀκοῇ τῆς εὐπρεπείας ἐκμαθὼν εἴτε καὶ ἄλλως αὐτόπτης γενόμενος Ἀνιλαῖος ὁ τοῦ Ἀσιναίου ἀδελφὸς ἐραστής τε ἐγεγόνει καὶ πολέμιος, τὸ μὲν ὑπὸ τοῦ μὴ ἄλλως ἐλπίζειν ἐκπράσσεσθαι τὴν σύνοδον τῆς γυναικὸς μὴ τὴν ἐξουσίαν ὡς ἐπʼ αὐτῇ κτηθείσῃ παραλαβών, τὸ δὲ ὑπὸ τοῦ δυσαντίλεκτον κρίνειν τὴν ἐπιθυμίαν.
343 ἅμα τε οὖν πολέμιος ἐπʼ αὐτῆς ἀνὴρ κεχειροτόνητο κτείνων κιτιῶν καὶ μάχης ἐπάκτου γενομένης πεσόντος ἀνῃρημένου ἁλοῦσα ἐγεγάμητο τῷ ἐραστῇ. οὐ μὴν δίχα γε μεγάλων δυστυχιῶν Ἀνιλαίῳ τε ἅμα αὐτῷ καὶ Ἀσιναίῳ ἡ γυνὴ ἀφίκετο εἰς τὸν οἶκον αὐτῶν, ἀλλὰ σύν τινι μεγάλῳ κακῷ διὰ τοιαύτην αἰτίαν·
344 ἐπεὶ γὰρ τἀνδρὸς τεθνηκότος αἰχμάλωτος ἤγετο, τὰ ἀφιδρύματα τῶν θεῶν, ἅπερ τῷ ἀνδρὶ καὶ αὐτῇ πατρῷα ἦν, ἐπιχώριον δὲ τοῖς ἐκείνῃ πᾶσίν ἐστιν ἐπί τε τῆς οἰκίας ἔχειν σεβάσματα καὶ ἰοῦσιν ἐπὶ ξένης συνεπάγεσθαι, περιστέλλουσα καὶ ταύτῃ τοῦ πατρίου τὸ ἐπʼ αὐτοῖς ἔθος συναπήγετο, καὶ τὸ μὲν πρῶτον λεληθότως αὐτῶν θρησκείαν ἐποιεῖτο, γαμετὴ δὲ ἀποδειχθεῖσα ἤδη τρόπῳ τῷ αὐτῆς εἰωθότι καὶ μεθʼ οἵων νομίμων ἐπὶ τοῦ προτέρου ἀνδρὸς ἐθεράπευεν αὐτούς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi