Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

359 παθόντος δέ τι ἀνήκεστον οὐκ ἀτρεμήσειν βασιλέα μὴ οὐ μεγάλην σφαγὴν Ἰουδαίων τῶν ἐν Βαβυλῶνι ποιησάμενον, ὧν φείδεσθαι καλῶς ἔχειν διά τε τὴν συγγένειαν καὶ διὰ τὸ μὴ ἀναστροφὴν εἶναι ἂν αὐτοῖς πταίσματός τινος γενομένου τὸ κατʼ ἐκείνους ἀκμῆς πληθύι χρώμενον.
360 καὶ ὁ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν ἡ γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος,
361 ἀγαπῶν δὲ τὴν σωτηρίαν μετὰ αἰχμαλωσίαν ὑπὸ Ἰουδαίων ἀνδρῶν γενομένην· καὶ νῦν ἐπανάδραμε τὴν ἀρετήν, ἢ θεοὺς ἐπόμνυμι τοὺς βασιλείους ἦ μὴν παραλυθήσεσθαι τῆς πρὸς σὲ ἐπὶ γάμῳ κοινωνίας.
362 ὁ δὲ αὖ τοῦτο μὲν τῶν ὀνειδῶν τὴν καθʼ ἡμέραν ἀχθηδόνα μὴ φέρων, τοῦτο δὲ τῆς γυναικὸς τὴν μεγαλοφροσύνην δεδιώς, μὴ παραλύοιτο αὐτοῦ τῶν γάμων, ἄκων μὲν καὶ μὴ βουλόμενος συνάγει δʼ οὖν στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ ἤλαυνεν οὐκ ἀνασχετὸν ὑπολαμβάνων ἔτι καὶ αὐτὸς τὴν σωτηρίαν, εἰ Παρθυαῖος ὢν ὑπὸ Ἰουδαίου περιωθοῖτο ἀντιπολεμοῦντος.
363 Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν τοῖς ἕλεσιν, ἀλλὰ μὴ φθάσας ὑπαντιάζειν τοὺς πολεμίους, εὐτυχίᾳ τε τῇ πρότερον ἐλπίζων ὅμοια πράξειν καὶ τήν τε ἀρετὴν τοῖς τολμῶσι καὶ εἰωθόσιν θαρρεῖν παρατυγχάνειν, ἐξῆγε τὴν δύναμιν.
364 πολλοί τε πρὸς τῷ οἰκείῳ στρατῷ προσεγεγόνεσαν αὐτῷ καθʼ ἁρπαγὴν τῶν ἀλλοτρίων τραπησόμενοι καὶ ὄψει πᾶν προεκπλήξοντες τοὺς πολεμίους.
365 προϊοῦσι δὲ αὐτοῖς εἰς σταδίους ἐνενήκοντα καὶ διὰ τῆς ἀνύδρου τῆς πορείας γενομένης καὶ μεσημβρίας τά τε ἄλλα περιῆν τότε τὸ δίψος καὶ Μιθριδάτης ἐπιφανεὶς προσέβαλε τεταλαιπωρημένοις ἀπορίᾳ τοῦ πιεῖν καὶ διʼ αὐτὸ καὶ τὴν ὥραν φέρειν τὰ ὅπλα μὴ δυναμένοις.
366 τροπή τε οὖν γίνεται τῶν περὶ τὸν Ἀνιλαῖον διὰ τὸ ἀπηγορευκότας ἀκραιφνέσι προσφέρεσθαι καὶ φόνος πολὺς πολλαί τε μυριάδες ἔπεσον ἀνδρῶν, Ἀνιλαῖος δὲ καὶ ὅσον περὶ αὐτὸν ἦν συνεστηκὸς ἐπὶ τῆς ὕλης ἐπανεχώρουν φυγῇ μεγάλην νίκης τῆς ἐπʼ αὐτοῖς χαρὰν Μιθριδάτῃ παρεσχηκότες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi