Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

367 Ἀνιλαίῳ δὲ προσῄει πλῆθος ἄπορον ἀνδρῶν πονηρῶν ἐν ὀλίγῳ τὴν σωτηρίαν ποιουμένων ῥᾳστώνης χάριτι τῆς εἰς τὸ παρόν, ὥστε ἀντανίσωμα τὴν τούτων πρόσοδον γενέσθαι πλῆθος τῶν ἀπολωλότων· οὐ μὴν ὅμοιοί γε ἦσαν τοῖς πεπτωκόσι διὰ τὸ ἀμελέτητον.
368 οὐ μὴν ἀλλὰ καὶ ταύταις ἐπιφοιτᾷ ταῖς κώμαις τῶν Βαβυλωνίων ἀνάστατά τε ἦν πάντα ταῦτα ὑπὸ τῆς Ἀνιλαίου ὕβρεως.
369 καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐδὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο· οἱ δὲ καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον.
370 οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ᾧ ἱδρυμένος ὁ Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθʼ ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν.
371 Βαβυλώνιοι δὲ ἀπαλλαγέντες τῆς Ἀνιλαίου βαρύτητος, ἐπιστόμισμα γὰρ ἦν αὐτῶν μίσει τῷ πρὸς τοὺς Ἰουδαίους, ἀεὶ γὰρ ὡς ἐπὶ πολὺ διάφοροι καθεστήκεσαν αἰτίᾳ τῆς ἐναντιώσεως τῶν νόμων καὶ ὁποτέροις παραγένοιτο θαρρεῖν πρότεροι ἀλλήλων ἥπτοντο εἰ μὴ καὶ τότε οὖν ἀπολωλότων τῶν περὶ τὸν Ἀνιλαῖον ἐπετίθεντο τοῖς Ἰουδαίοις οἱ Βαβυλώνιοι.
372 οἱ δʼ ἐν δεινῷ τιθέμενοι τὴν ὕβριν τὴν ἐκ τῶν Βαβυλωνίων καὶ μήτε ἀντιτάξασθαι μάχῃ δυνάμενοι μήτε ἀνεκτὸν ἡγούμενοι τὴν συνοικίαν ᾤχοντο εἰς Σελεύκειαν τῶν ἐκείνῃ πόλιν ἀξιολογωτάτην Σελεύκου κτίσαντος αὐτὴν τοῦ Νικάτορος. οἰκοῦσιν δʼ αὐτὴν πολλοὶ μὲν Μακεδόνων, πλεῖστοι δὲ Ἕλληνες, ἔστιν δὲ καὶ Σύρων οὐκ ὀλίγον τὸ ἐμπολιτευόμενον.
373 εἰς μὲν δὴ ταύτην καταφεύγουσιν οἱ Ἰουδαῖοι καὶ ἐπὶ μὲν πέντε ἔτη ἀπαθεῖς κακῶν ἦσαν, τῷ δὲ ἕκτῳ ἔτει μετὰ τὸ πρῶτον φθορὰ ἐν Βαβυλῶνι ἐγένετο αὐτῶν καὶ καιναὶ κτίσεις ἐκ τῆς πόλεως καὶ διʼ αὐτὴν ἄφιξις εἰς τὴν Σελεύκειαν ἐκδέχεται μείζων αὐτοὺς συμφορὰ διʼ αἰτίαν, ἣν ἀφηγήσομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi