Kitap 19
arg
ὡς Γάιος Καῖσαρ ἐπιβουλευθεὶς ὑπὸ Κασσίου Χαιρέου ἀνῃρέθη καὶ ὡς Κλαύδιος ὁ θεῖος αὐτοῦ βιασθεὶς ὑπὸ τῶν στρατιωτῶν τὴν ἀρχὴν παρέλαβεν.
arg
στάσις τῆς βουλῆς καὶ τοῦ δήμου πρὸς αὐτὸν καὶ τὰ σὺν αὐτῷ στρατεύματα.
arg
πρεσβεία τοῦ βασιλέως Ἀγρίππα πρὸς τὴν βουλήν, καὶ ὡς συνθέμενοι οἱ στρατιῶται οἱ μετὰ τῆς βουλῆς ἀπεχώρησαν πρὸς Κλαύδιον καὶ κύριον αὐτὸν κατέστησαν τῶν πραγμάτων, ἡ δὲ βουλὴ μονωθεῖσα παρεκάλει Κλαύδιον αὐτῇ διαλλαγῆναι.
arg
ὡς Κλαύδιος Καῖσαρ ἀποδίδωσιν Ἀγρίππᾳ τὴν πατρῴαν αὐτοῦ βασιλείαν ἅπασαν προσθεὶς αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν.
arg
προγράμματα Κλαυδίου Καίσαρος ἐν Ἀλεξανδρείᾳ ὑπὲρ τῶν ἐκεῖ Ἰουδαίων καὶ ἐν πάσῃ αὐτοῦ ἀρχῇ.
arg
ἀπόπλους Ἀγρίππα τοῦ βασιλέως εἰς Ἰουδαίαν.
arg
ἐπιστολὴ Πουπλίου Πετρωνίου τοῦ Συρίας ἡγεμόνος πρὸς Δωρίτας ὑπὲρ Ἰουδαίων.
arg
ὡς βασιλεὺς Ἀγρίππας τὰ Ἱεροσολύμων τείχη πολυτελῶς κατασκευάζων ἀτελῆ τὴν σπουδὴν ἔσχεν μεταξὺ τελευτήσας.
arg
ὅσα ἔπραξεν ἐν τρισὶν ἔτεσιν ἄχρι τῆς τελευτῆς αὐτοῦ καὶ ὃν τρόπον τὸν βίον κατέστρεψεν.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν γ μηνῶν ϛ.
1
Γάιος δὲ οὐκ εἰς μόνους Ἰουδαίους τοὺς ἐν Ἱεροσολύμοις καὶ τοὺς ὁπόσοι τῇδε οἰκοῦσιν ἐπεδείκνυτο τῆς ὕβρεως τὴν μανίαν, ἀλλὰ διὰ πάσης ἐσομένην γῆς καὶ θαλάσσης ἔστελλεν αὐτήν, ὁπόση Ῥωμαίοις ὑπακούει, μυρίων τε ἀνέπλησεν αὐτὴν κακῶν ὁπόσα μὴ ἱστόρητο πρότερον.
2
μάλιστα δὲ ᾐσθάνετο τοῦ δεινοῦ τῶν πρασσομένων ἡ Ῥώμη κατʼ οὐδὲν αὐτὴν τιμιωτέραν τῶν λοιπῶν πόλεων ἡγουμένου, ἀλλὰ τούς τε ἄλλους ἄγοντος καὶ φέροντος καὶ μάλιστα τὴν σύγκλητον καὶ ὁπόσοι τούτων εὐπατρίδαι καὶ προγόνων ἐπιφανείαις τιμώμενοι.
3
μυρία τε εὑρίσκετο καὶ κατὰ τῶν ἱππέων μὲν καλουμένων, ἀξιώματι δὲ καὶ δυνάμει χρημάτων ὅμοια τοῖς συγκλητικοῖς ὑπὸ τῆς πόλεως ἀγομένων διὰ τὸ ἐκ τούτων εἰς τὴν βουλὴν εἶναι κατακλήσεις· ὧν ἀτίμωσις ἦν καὶ μετανάστασις κτεινομένων τε καὶ τὰ χρήματα συλωμένων διὰ τὸ καὶ τὰς σφαγὰς ὡς τὸ πολὺ ἐπʼ ἀφαιρέσει τῶν χρημάτων αὐτοῖς συντυγχάνειν.