Kitap 19
63
καὶ διʼ αὐτὸ πάντες ἠπείγοντο ὁποίῳ δύναιτό τις τρόπῳ μηδὲ ἑκὼν εἶναι τῆς ἐπὶ τοιούτοις ἀρετῆς ὑστερεῖν, ἀλλʼ ὡς ἔχοι προθυμίας ἢ δυνάμεως καὶ λόγοις καὶ διʼ ἔργων ἦρτο ἐπὶ τῇ τυραννοκτονίᾳ,
64
ἐπεὶ καὶ Κάλλιστος, ἀπελεύθερος δʼ ἦν Γαΐου πλεῖστά τε ἀνὴρ εἷς οὗτος ἐπὶ μέγιστον δυνάμεως ἀφίκετο καὶ οὐδὲν ἄλλο ἢ ἰσοτύραννον εἶχε τὴν δύναμιν φόβῳ τε τῶν πάντων καὶ μεγέθει χρημάτων, ἅπερ ἐγένετο αὐτῷ·
65
δωροδοκώτατος γὰρ ἦν καὶ ὑβριστότατος παρʼ ὁντινοῦν γίνεται, ἐξουσίᾳ χρησάμενος παρὰ τὸ εἰκός· καὶ ἄλλως τε τοῦ Γαΐου τὴν φύσιν ἐξεπιστάμενος ἀνήκεστον οὖσαν καὶ ἐφʼ οἷστισι κρίνειεν οὐδαμῶς ἀντισπάσματι χρωμένην, αὐτῷ τε πολλὰς μὲν καὶ ἄλλας αἰτίας τοῦ κινδυνεύειν, οὐχ ἥκιστα δὲ τὸ μέγεθος τῶν χρημάτων·
66
ὥστε δὴ καὶ Κλαύδιον ἐθεράπευε κρυπτῶς μετακαθίζων πρὸς αὐτὸν ἐλπίδι τοῦ κἂν εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν Γαΐου μεταστάντος, αὐτῷ τὴν ὑπόθεσιν τῆς τιμῆς τὴν ἐφʼ ὁμοίοις ἰσχὺν προκαταθέμενος χάριν καὶ φιλανθρωπίας λόγον.
67
ἐτόλμησεν γοῦν εἰπεῖν, ὡς κελευσθεὶς διαχρήσασθαι φαρμάκῳ τὸν Κλαύδιον μυρίας εὕροιτο τοῦ χρήματος τὰς ὑπερβολάς.
68
δοκεῖν δὲ προσεποιεῖτο Κάλλιστος ἐπὶ θήρᾳ τῇ Κλαυδίου τὸν λόγον τοῦτον, ἔπειτα οὔτε Γάιος ὡρμηκὼς μεταχειρίσασθαι Κλαύδιον ἠνείχετο τῶν Καλλίστου προφάσεων οὔτε Κάλλιστος κελευσθείς που τὴν πρᾶξιν εὐκτὸν ὑπελάμβανεν ἢ κακουργῶν εἰς τοῦ δεσπότου τὰς ἐπιστολὰς οὐκ ἂν ἐκ τοῦ παραχρῆμα τὸν μισθὸν ἐκομίζετο.
69
ἀλλὰ δὴ Κλαυδίῳ μὲν ἔκ τινος θείας δυνάμεως χρήσασθαι μανιῶν τῶν Γαΐου, Κάλλιστος προσποιήσασθαι χάριτος κατάθεσιν μηδαμῶς ὑπʼ αὐτοῦ γενομένης.
70
Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθʼ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων.
71
καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαΐου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δʼ ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν ἃ συνίστατο·