Kitap 19
72
πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν,
73
αὐτῷ δʼ ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας ὁ Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν.
74
οἱ δὲ ἑώρων μὲν νομίμων τε χρῄζοντα καὶ ἐπʼ ἀγαθοῖς τοῖς αὐτῶν ἐπειγόμενον, οὐ μὴν ἀλλʼ ἠξίουν εἰς ὀλίγον γοῦν ὑπερβολῇ χρήσασθαι, μὴ καί πῃ σφάλματος τῇ ἐπιχειρήσει συνελθόντος ταράξαιεν τὴν πόλιν ζητήσεων τῶν συνεγνωκότων τὴν πρᾶξιν γινομένων καὶ τοῖς αὐτοῖς μελλήσουσιν ἐπιχειρεῖν ἄπορον τὴν ἀνδραγαθίαν φραξαμένου Γαΐου πρὸς αὐτοὺς μειζόνως.
75
καλῶς οὖν ἔχειν θεωριῶν ἐν τῷ Παλατίῳ ἐπιτελουμένων ἅπτεσθαι τοῦ χρήματος· ἄγονται δὲ ἐπὶ τιμῇ τοῦ πρώτου μεταστησαμένου τὴν ἀρχὴν τοῦ δήμου Καίσαρος εἰς αὐτὸν μικρόν τε πρὸ τοῦ βασιλείου καλύβης πηκτοῦ γενομένης, καὶ Ῥωμαίων τε οἱ εὐπατρίδαι θεωροῦσιν ὁμοῦ παισὶν καὶ γυναιξὶν καὶ ὁ Καῖσαρ·
76
ῥᾳστώνην τε αὐτοῖς ἔσεσθαι πολλῶν μυριάδων ἀνθρώπων εἰς ὀλίγον χωρίον καθειργνυμένων ὥστε εἰσιόντι τὴν ἐπιχείρησιν ποιήσασθαι δυνάμεως τοῖς ὑπασπισταῖς, εἰ καί τινες προθυμοῖντο, μὴ παρατευξομένης αὐτῷ βοηθεῖν.
77
Εἴχετο δὲ Χαιρέας, καὶ τῶν θεωριῶν ἐπελθουσῶν τῇ πρώτῃ δεδογμένον ἅπτεσθαι τῆς πράξεως ἰσχυρότερον ἦν τοῦ κατʼ ἐκείνους προβεβουλευκότος τὸ τῆς τύχης συγχωροῦν ὑπερβολάς, καὶ τὰς τρεῖς ὑπερβαλλομένου ταῖς νομίμοις ἡμέραις μόλις κατὰ τὴν τελευταίαν αὐτοῖς ἐπράχθη τὸ ἔργον.
78
Χαιρέας δὲ συγκαλέσας τοὺς συνωμότας πολὺς μέν, εἶπεν, καὶ ὁ παρεληλυθὼς χρόνος ὀνειδίσαι τὸ ἐπιμέλλον ἡμῶν ἐπὶ τοῖς οὕτω βουλευθεῖσιν μετʼ ἀρετῆς, δεινὸν δέ, εἰ καὶ μηνύματος γενομένου διαπεσεῖται ἡ πρᾶξις καὶ Γάιος ὑβριεῖ μειζόνως.
79
ἢ οὐχ ὁρῶμεν, ὡς τῆς ἐλευθερίας ἀφαιροῦμεν ὁπόσας τῶν ἡμερῶν προσθήκην τῇ Γαΐου τυραννίδι χαριζόμεθα, δέον αὐτούς τʼ ἀδεεῖς τὸ λοιπὸν εἶναι καὶ τοῖς ἄλλοις αἰτίαν τοῦ εὐδαίμονος παρασχόντας διʼ αἰῶνος τοῦ ἅπαντος τοῖς αὖθις ἐν θαύματι μεγάλῳ καὶ τιμῇ καταστῆναι;