Kitap 19
80
τῶν δὲ οὔτε ἀντειπεῖν ὡς οὐ πάνυ καλοῖς δυναμένων οὔτε τὴν πρᾶξιν ἄντικρυς δεχομένων σιγῇ δὲ καταπεπληγότων τί, φησίν, ὦ γενναῖοι, διαμέλλομεν; ἢ οὐχ ὁρᾶτε τὴν σήμερον τῶν θεωριῶν ἡμέραν ὑστάτην οὖσαν καὶ Γάιον ἐκπλευσούμενον;
81
ἐπὶ γὰρ Ἀλεξανδρείας παρεσκεύαστο πλεῖν κατὰ θεωρίαν τῆς Αἰγύπτου. καλὸν δὲ ἡμῖν προέσθαι τῶν χειρῶν τὸ ὄνειδος τῇ Ῥωμαίων μεγαλαυχίᾳ πομπεῦσον διά τε γῆς καὶ θαλάσσης.
82
πῶς δʼ οὐκ ἂν δικαίως κρίνοιμεν αὐτοὺς αἰσχύνῃ τῶν γενησομένων, εἴ τις αὐτὸν Αἰγύπτιος κτείνειεν τὴν ὕβριν οὐχ ἡγησάμενος ἀνασχετὸν τοῖς ἐλευθέροις γεγονόσιν;
83
ἐγὼ μὲν οὖν οὐκέτι εἰς πλείονα ἀνέξομαι τὰς σκήψεις ὑμῶν, χωρήσω δὲ τοῖς κινδύνοις ὁμοῦ σήμερον ἡδονῇ φέρων πᾶν ὅ τι καὶ γένοιτο ἐξ αὐτῶν, οὐδʼ ἂν ὑπερβαλλοίμην εἴπερ εἴη· τί γὰρ δὴ καὶ γένοιτʼ ἂν ἀνδρὶ φρόνημα ἔχοντι τούτου σχετλιώτερον, ἕτερον Γάιον ἀναιρεῖν ἐμοῦ ζῶντος ἐμὲ τὴν ἐπὶ τῷδε ἀρετὴν ἀφῃρημένον;
84
Καὶ ὁ μὲν ταῦτα εἰπὼν αὐτός τε ὡρμήκει πράξων τὸ ἔργον καὶ τοῖς λοιποῖς ἐνεποίησε θάρσος πᾶσίν τε ἦν ἔρως ἅπτεσθαι τοῦ ἐγχειρήματος μηδὲν ὑπερβαλλομένοις,
85
ἕωθέν τε ἐπὶ τοῦ Παλατίου εἰώθει τὸ ξίφος ὑπεζωσμένος τῶν ἱππικῶν· ἔθος γὰρ δὴ τοῖς χιλιάρχοις τοῦτο ἐζωσμένοις αἰτεῖν παρὰ τοῦ αὐτοκράτορος τὸ σημεῖον, ἦν τε ἡ ἡμέρα καθήκουσα εἰς αὐτὸν τῆς παραλήψεως τοῦ σημείου.
86
ἄρτι τε συνῄει πληθὺς εἰς τὸ Παλάτιον ἐπὶ προκαταλήψει θέας πολλῷ θορύβῳ καὶ ὠθισμῷ, χαρᾷ φέροντος Γαΐου τὴν ἐπὶ τοιοῖσδε τῶν πολλῶν σπουδήν, παρὸ καὶ διακέκριτο οὐδὲν οὔτε τῇ συγκλήτῳ χωρίον οὔτε τοῖς ἱππεῦσιν, φύρδην δὲ ἕζοντο καὶ τοῖς ἀνδράσιν ὁμοῦ αἱ γυναῖκες καὶ τῷ δούλῳ ἀναμεμιγμένον τὸ ἐλεύθερον.
87
Γάιος δὲ προόδων αὐτῷ γενομένων ἔθυσε τῷ Σεβαστῷ Καίσαρι, ᾧ δὴ καὶ τὰ τῆς θεωρίας ἤγετο, καὶ πίπτοντος τῶν ἱερείων τινὸς συνέβη αἵματι τὴν Ἀσπρήνα στολὴν ἑνὸς τῶν συγκλητικῶν ἀνάπλεων γενέσθαι. τοῦτο Γαΐῳ γέλωτα μὲν παρέσχεν, ἦν δʼ ἄρα εἰς οἰωνὸν τῷ Ἀσπρήνᾳ φανερόν· ἐπικατασφάζεται γὰρ τῷ Γαΐῳ.
88
Γάιον δʼ ἱστορεῖται παρὰ φύσιν τὴν ἑαυτοῦ εὐπροσηγορώτατον γενέσθαι κατʼ ἐκείνην τὴν ἡμέραν καὶ δεξιότητι χρώμενον ὁμιλίας πάνθʼ ὁντινοῦν ἐκπλῆξαι τῶν παρατυγχανόντων.