Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

4 ἐξεθείαζέν τε ἑαυτὸν καὶ τὰς τιμὰς οὐκέτʼ ἀνθρωπίνως ἠξίου γίνεσθαι παρὰ τῶν ὑπηκόων αὐτῷ· εἴς τε τοῦ Διὸς φοιτῶν τὸ ἱερόν, ὃ Καπετώλιον μὲν καλοῦσιν τιμιώτατον δʼ ἄρα αὐτοῖς ἐστιν ἱερῶν, ἀδελφὸν ἐτόλμησε προσαγορεύειν τὸν Δία·
5 καὶ τἆλλα ἔπρασσεν μανίας οὐδὲν ἀπολελειμμένα, ἐπεὶ καὶ ἀπὸ Δικαιαρχείας τῆς πόλεως ἐν Καμπανίᾳ κειμένης εἰς Μισηνοὺς ἑτέραν πόλιν ἐπιθαλάσσιον, καὶ τὴν διάβασιν δεινὸν ἡγούμενος τριήρει περατοῦν,
6 καὶ ἄλλως ἐπιβάλλειν ἡγούμενος αὐτῷ δεσπότῃ ὄντι τῆς θαλάσσης ταῦτα καὶ ὁποῖα καὶ παρὰ γῆς ἀπαιτεῖν, ἀπʼ ἄκρων ἐπʼ ἄκρα σταδίους τριάκοντα μέτρον τῆς θαλάσσης ζεύξας καὶ εἴσω τὸν κόλπον ἀπολαβὼν πάντα ἤλαυνεν ἐπὶ τῇ γεφύρᾳ τὸ ἅρμα· θεῷ γὰρ ὄντι τοιαύτας ποιεῖσθαι καλῶς ἔχειν τὰς ὁδούς.
7 τῶν τε ἱερῶν τῶν Ἑλληνικῶν οὐδὲν ἔτι ἀσύλητον κατέλιπεν, ὁπόσα γραφῆς ἢ γλυφῆς ἐχόμενα καὶ τὰς λοιπὰς κατασκευὰς ἀνδριάντων καὶ ἀναθημάτων ἄγεσθαι κελεύσας παρʼ αὐτόν· οὐ γὰρ ἐν ἑτέρῳ τὰ καλὰ κεῖσθαι καλῶς ἔχειν ἢ ἐν τῷ καλλίστῳ, τυγχάνειν δὲ τοῦτο οὖσαν τὴν Ῥωμαίων πόλιν.
8 ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν. ἐπεὶ καὶ τὸν Ὀλύμπιον τιμώμενον Δία ὑπὸ τῶν Ἑλλήνων καὶ οὕτως ὠνομασμένον Ὀλύμπιον Φειδίου τοῦ Ἀθηναίου πεποιηκότος ἐτόλμησε κελεῦσαι εἰς τὴν Ῥώμην μεταφέρειν.
9 οὐ μὴν ἔπραξέν γε τῶν ἀρχιτεκτόνων φαμένων πρὸς Μέμμιον Ῥῆγλον, ὃς ἐπετέτακτο τῇ κινήσει τοῦ Διός, ἀπολεῖσθαι τοὖργον κινήσεως αὐτοῦ γενομένης. λέγεται δὲ Μέμμιον διὰ ταῦτα καὶ σημείων μειζόνων γενομένων, ἢ ὡς ἄν τινα μὴ πιστὰ ἡγεῖσθαι, ὑπερβαλέσθαι τὴν ἀναίρεσιν.
10 καὶ γράφει τάδε πρὸς τὸν Γάιον ἐπʼ ἀπολογίᾳ τοῦ ἐκλιπεῖν ἀδιακόνητον τὴν ἐπιστολήν, ἀπολέσθαι τε ἐκ τούτων αὐτῷ κινδύνου γενομένου σώζεται φθάνοντος ἤδη Γαΐου τελευτῆσαι.
11 Εἰς τοῦτο δὲ προύβη τὸ μανικὸν αὐτῷ, ὥστε δὴ καὶ θυγατρὸς αὐτῷ γενομένης ἀνακομίσας ἐπὶ τὸ Καπετώλιον ἐπὶ τοῖς γόνασι κατατίθεται τοῦ ἀγάλματος, κοινὸν αὐτῷ τε καὶ τῷ Διὶ γεγονέναι τὸ τέκνον καὶ δύο χειροτονεῖν αὐτῆς πατέρας, ὁπότερον μείζονα φάμενος ἐν μέσῳ τε καταλιμπάνειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi