Kitap 19
12
καὶ τάδε ἠνείχοντο πράσσοντα αὐτὸν οἱ ἄνθρωποι. ἐπεχείρησε δὲ καὶ τοῖς οἰκέταις κατηγορίας ποιεῖσθαι τῶν δεσποτῶν ἐφʼ οἷστισιν ἐθελήσειαν ἐγκλήμασιν· δεινὰ γὰρ πάντα ἦν, ὁπόσα μέλλοι λέγεσθαι, διὰ τὸ χάριτί τε καὶ ὑπαγορεύσει τῇ ἐκείνου τὰ πολλὰ γίνεσθαι,
13
ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης ὁ δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπʼ ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν.
14
οὐ μὴν ἐξεγένετό γε αὐτῷ. ἀναπεπληρωκότι δὲ αὐτῷ συκοφαντιῶν καὶ κακῶν πᾶσαν τὴν οἰκουμένην, ἧς ἐπῆρχεν, καὶ πολλὴν τὴν δουλοκρατίαν ἐπῃρμένου τοῖς δεσπόταις ἐπιβουλαὶ τὰ πολλὰ ἤδη συνίσταντο, τῶν μὲν ἐπʼ ἀμύνῃ ὧν πάθοιεν ὀργὴν ποιουμένων, τῶν δὲ πρὶν ἐμπεσόντες κακῶν τυχεῖν μεγάλων τιθεμένων τὸ μεταχειρίσασθαι τὸν ἄνθρωπον.
15
ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν ὁ θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι δὲ διʼ ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν,
16
ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης.
17
Ὁδοὺς μὲν δὴ τρεῖς ὁ θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας ἢ διʼ ἐκείνων ἢ διʼ αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον.
18
ἑτέρα δὲ αὐτοῖς συνεκροτεῖτο, ἧς Χαιρέας Κάσσιος χιλίαρχος ἡγεμὼν ἦν. Μινουκιανὸς δὲ Ἄννιος οὐκ ὀλίγη μοῖρα τῶν ἐπὶ τὴν τυραννίδα παρεσκευασμένων ἦν.
19
αἰτία δʼ αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετʼ ἀδικίας ἐξαγόμενα· καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφʼ οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων· πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις.