Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

228 ὁ δὲ δῆμος φθόνῳ τε πρὸς ἐκείνην καθιστάμενος καὶ τῶν πλεονεξιῶν αὐτῆς ἐπιστόμισμα τοὺς αὐτοκράτορας εἰδὼς καὶ αὐτοῦ καταφυγὴν ἔχαιρεν Κλαυδίου τῇ ἁρπαγῇ στάσιν τε ἔμφυλον, ὁποία καὶ ἐπὶ Πομπηίου γένοιτο, ἀπαλλάξειν αὐτῶν ὑπελάμβανον τοῦτον αὐτοκράτορα καθισταμένου.
229 γνοῦσα δʼ ἡ βουλὴ τὸν Κλαύδιον ὑπὸ τῶν στρατιωτῶν ἀφιγμένον εἰς τὸ στρατόπεδον πέμπει πρὸς ἐκεῖνον ἄνδρας ἀρετῇ τοὺς ἐξ αὐτῶν, οἳ διδάξειαν μὴ δεῖν ἐπὶ καθέξει τῆς ἀρχῆς βιάζεσθαι,
230 παραχωρεῖν δὲ τῇ συγκλήτῳ τοσῶνδε ἀνδρῶν ἕνα ὄντα ἡσσώμενον καὶ τῷ νόμῳ παραχωροῦντα τοῦ ἐπὶ τοῖς κοινοῖς κόσμου τὴν πρόνοιαν, μνημονεύοντα ὧν οἱ πρότεροι τύραννοι κακώσειαν τὴν πόλιν καὶ ὧν ὑπὸ Γαΐου καὶ αὐτὸς κινδυνεύσειεν σὺν αὐτοῖς, μηδὲ μισήσαντα τὴν βαρύτητα τῆς τυραννίδος ὑφʼ ἑτέρων πρασσομένης τῆς ὕβρεως αὐτὸν ἐθελουσίως ἐπὶ παροινίᾳ θαρσεῖν τῆς πατρίδος.
231 καὶ πειθομένῳ μὲν τοῦ πρότερον ἀπράγμονος τὴν ἀρετὴν ἐπιδεικνυμένῳ βέβαιον τιμάς τε ὑπάρξειν, αἳ ὑπὸ ἐλευθέρων ψηφισθεῖεν τῶν πολιτῶν, καὶ ἐπιχωρήσει τοῦ νόμου τὸ μέρος ἄρχοντά τε καὶ ἀρχόμενον κερδανεῖν ἔπαινον ἀρετῆς.
232 εἰ δὲ ἀπονοοῖτο μηδὲν ἐκ τῆς Γαΐου τελευτῆς σωφρονιζόμενος οὔτι γε αὐτοὶ ἐπιτρέψειν τῆς τε γὰρ στρατιᾶς πολὺ εἶναι τὸ συνεστηκὸς αὐτοῖς ὅπλων τε εὐπορίαν καὶ πληθὺν οἰκετῶν, οἳ χρήσαιντο αὐτοῖς.
233 μέγα δὲ μέρος τήν τε ἐλπίδα εἶναι καὶ τὴν τύχην, τούς τε θεοὺς οὐκ ἄλλοις συμμαχεῖν, ἀλλὰ τοῖς μετʼ ἀρετῆς καὶ τοῦ καλοῦ τοὺς ἀγῶνας ποιουμένοις. εἶναι δὲ τούτους, οἳ ἂν περὶ ἐλευθερίας μάχωνται τῆς πατρίδος.
234 Καὶ οἱ μὲν πρεσβευταὶ Οὐηράνιός τε καὶ Βρόγχος, δήμαρχοι δὲ ἦσαν ἀμφότεροι, τοῖσδε ἐχρῶντο τοῖς λόγοις καὶ καθικέτευον τοῖς γόνασιν αὐτοῦ προσπεσόντες μηδαμῶς πολέμοις καὶ κακοῖς ἐμβαλεῖν τὴν πόλιν, θεωροῦντες στρατιᾶς πληθύι τὸν Κλαύδιον πεφραγμένον καὶ τὸ μηδὲν τοὺς ὑπάτους ὄντας συγκρίσει τῇ πρὸς αὐτόν.
235 εἴ τε τῆς ἀρχῆς ὀρέγοιτο, παρὰ τῆς βουλῆς δέχεσθαι διδομένην· αἰσιώτερον γὰρ καὶ εὐδαιμονέστερον χρῆσθαι τὸν μὴ μετὰ ὕβρεως ἀλλʼ εὐνοίᾳ τῶν διδόντων παραλαμβάνοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi