Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

236 Κλαύδιος δέ, ἠπίστατο γὰρ μεθʼ οἵας αὐθαδείας ἀποσταλεῖεν, καὶ πρὸς τὸ παρὸν γνώμῃ τῇ αὐτῶν ἐπὶ τὸ μετριώτερον τρεπόμενος, οὐ μὴν ἀλλὰ καὶ τῷ περὶ αὐτοὺς φόβῳ διαναστὰς ἅμα μὲν θάρσει τῶν στρατιωτῶν ἅμα δὲ Ἀγρίππου τοῦ βασιλέως κελεύοντος μὴ προέσθαι τῶν χειρῶν τηλικαύτην ἀρχὴν ἥκουσαν αὐτόματον.
237 πράξας μὲν καὶ περὶ Γάιον οἷον εἰκὸς ἄνδρα ὑπʼ αὐτοῦ διὰ τιμῆς ἠγμένον, καὶ γὰρ τὸν νεκρὸν περιέσπεν τοῦ Γαΐου καὶ ἀναθέμενος ἐπὶ κλίνης καὶ περιστείλας ἐκ τῶν ἐνδεχομένων εἰς τοὺς σωματοφύλακας ὑπεχώρει, ζῆν μὲν τὸν Γάιον ἀπαγγέλλων κακοπαθοῦντί γε ὑπὸ τραυμάτων ἰατροὺς μετέσεσθαι λέγων·
238 πυθόμενος δὲ τοῦ Κλαυδίου τὴν ὑπὸ τῶν στρατιωτῶν ἁρπαγὴν ὠθεῖτο πρὸς αὐτὸν καὶ καταλαβὼν τεταραγμένον καὶ οἷόν τε ἐκχωρεῖν τῇ συγκλήτῳ ἀνήγειρεν ἀντιλαμβάνεσθαι κελεύων τῆς ἡγεμονίας.
239 ταῦτα δὲ πρὸς τὸν Κλαύδιον εἰπὼν προσεχώρει πρὸς αὐτόν, καὶ μετακαλούσης αὐτὸν τῆς βουλῆς χρισάμενος μύροις τὴν κεφαλὴν ὡς ἀπὸ συνουσίας γινομένης ἀναλύσεως αὐτῷ παρῆν καὶ ἤρετο τοὺς βουλευτάς, τί πέπραχε Κλαύδιος.
240 τῶν δὲ τὰ ὄντα φαμένων καὶ προσανερομένων, ἥντινα γνώμην ἔχοι περὶ τοῖς ὅλοις, τελευτᾶν μὲν ὑπὲρ τοῦ κατʼ ἐκείνην εὐκλεοῦς ἕτοιμος ἦν τοῖς λόγοις, σκοπεῖν δὲ ἐκέλευε περὶ τῷ συμφέροντι πᾶν ὅ τι καὶ εἰς ἡδονὴν φέροι ὑπεξελομένους·
241 χρείαν γὰρ εἶναι τοῖς ἀρχῆς μεταποιουμένοις καὶ ὅπλων καὶ στρατιωτῶν, οἳ φράξαιντο αὐτοῖς, μὴ καὶ ἀπαράσκευοι καταστάντες εἰς τάδε σφαλεῖεν.
242 ἀποκριναμένης δὲ τῆς βουλῆς ὅπλων τε εὐπορίαν καὶ χρήματα εἰσοίσειν, καὶ στρατιᾶς τὸ μέν τι αὐτοῖς εἶναι συνεστηκός, τὸ δὲ συγκροτήσειν ἐλευθερώσεως δούλων γενομένης. εἴη μέν, ὦ βουλή, φησὶν ὁ Ἀγρίππας ὑποτυχών, πράσσειν ὁπόσα θυμὸς ὑμῖν, λεκτέον δὲ οὐδὲν ἐνδοιάσαντί μοι διὰ τὸ ἐπὶ σωτηρίᾳ φέρειν τὸν λόγον.
243 ἴστε μὴν στρατόν, ὃς ὑπὲρ Κλαυδίου μαχεῖται, πλήθει χρόνου ὁπλιτεύειν μεμελετηκότα, τὰ δʼ ἡμέτερα, συγκλύδων ἀνθρώπων πλῆθος δʼ ἔσται καὶ τῶν παρὰ δόξαν τῆς δουλείας ἀπηλλαγμένων, δυσκράτητα. πρὸς δὲ τεχνίτας μαχούμεθα προαγαγόντες ἄνδρας μηδʼ ὅπως σπάσαι τὰ ξίφη εἰδότας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi