Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

244 ὥστε μοι δοκεῖ πέμπειν ὡς Κλαύδιον πείσοντας κατατίθεσθαι τὴν ἀρχήν, πρεσβεύειν τε ἕτοιμός εἰμι.
245 Καὶ ὁ μὲν ταῦτα εἶπεν, καὶ συγκαταθεμένων πεμφθεὶς σὺν ἑτέροις τήν τε ταραχὴν τῆς βουλῆς διηγεῖται καταμόνας πρὸς τὸν Κλαύδιον ἐδίδασκέν τε ἡγεμονικώτερον ἀποκρίνασθαι καὶ τῷ ἀξιώματι τῆς ἐξουσίας χρώμενον.
246 ἔλεγεν οὖν Κλαύδιος, οὐ θαυμάζειν τὴν βουλὴν ἡδονῇ μὴ φέρουσαν ἄρχεσθαι διὰ τὸ ὠμότητι τετρῦσθαι τῶν πρότερον ἐπὶ τὸ ἡγεμονεύειν καταστάντων, γεύσειν τε αὐτοὺς ἐπιεικείᾳ τῇ καθʼ αὑτὸν μετρίων καιρῶν, ὀνόματι μὲν μόνῳ τῆς ἀρχῆς ἐσομένης, ἔργῳ δὲ κοινῆς πᾶσι προκεισομένης εἰς μέσον. διὰ πολλῶν δὲ καὶ ποικίλων ὡδευκότι πραγμάτων ἐν ὄψει τῇ ἐκείνων καλῶς ἔχειν μὴ ἀπιστεῖν.
247 καὶ οἱ μὲν πρέσβεις τοιούτων ἀκροάσει λόγων καθομιληθέντες ἐξεπέμποντο. Κλαύδιος δὲ τῷ στρατῷ συλλεχθέντι διελέγετο ὅρκους λαμβάνων ἦ μὴν ἐμμενεῖν πίστει τῇ πρὸς αὐτόν, δωρεῖται τοὺς σωματοφύλακας πεντακισχιλίαις δραχμαῖς κατὰ ἕκαστον ἄνδρα, τοῖς τε ἡγεμόσιν αὐτῶν ἀνάλογον τοῦ ἀριθμοῦ καὶ τοῖς ὅποι ποτὲ στρατοπέδοις ὑπισχνεῖτο τὰ ὅμοια.
248 Συνεκάλουν δὲ οἱ ὕπατοι τὴν βουλὴν εἰς τὸ ἱερὸν τοῦ νικηφόρου Διός· ἔτι δὲ νὺξ ἦν. τῶν δὲ οἱ μὲν ἐν τῇ πόλει κλέπτοντες ἑαυτοὺς ἐνεδοίαζον πρὸς τὴν ἀκρόασιν, τοῖς δὲ ἐπὶ τῶν ἰδίων ἀγρῶν ἐγεγόνεισαν ἔξοδοι προορωμένοις ᾗ χωρήσει τὸ πᾶν ἐν ἀπογνώσει τοῦ ἐλευθέρου γεγονότος, καὶ πολὺ κρεῖττον ἐν ἀκινδύνῳ τοῦ δουλεύειν ὑπειληφότες διαβιοῦν ἀργίᾳ τοῦ πονεῖν ἢ κτώμενοι τὸ ἀξίωμα τῶν πατέρων περὶ τῆς σωτηρίας ἀμφίβολοι καταστῆναι.
249 συνελέγησαν δʼ ὅμως ἑκατὸν οὐ πλείους, καὶ διαβουλευομένων περὶ τῶν ἐν χερσὶν αἰφνίδιον αἴρεται βοὴ τοῦ συνεστηκότος αὐτοῖς στρατιωτικοῦ στρατηγὸν αὐτοκράτορα κελευόντων τὴν βουλὴν ἑλέσθαι καὶ μὴ φθείρειν πολυαρχίᾳ τὴν ἡγεμονίαν.
250 καὶ τὸ μὲν καθʼ ἑαυτοὺς ἀπεφαίνοντο περὶ τοῦ μὴ πᾶσιν, ἀλλʼ ἑνὶ τὴν ἀρχὴν ἐφέσιμον εἶναι, ὁρᾶν δὲ ἐκείνοις ἐπιτρέπειν, ὅστις τοσαύτης προστασίας ἄξιος. ὥστε ἐν ἀνίᾳ τὰ τῶν συγκλητικῶν ἦν πολὺ πλέον διʼ ἁμαρτίαν μὲν τοῦ κατὰ τὴν ἐλευθερίαν αὐχήματος, φόβῳ δὲ τοῦ Κλαυδίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi