Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

20 Μινουκιανὸς δὲ τὰ μὲν Λεπίδου τε ἐκδικία, φίλον γὰρ αὐτῷ τὰ μάλιστα ὄντα τοῦτον καὶ τῶν πολιτῶν σὺν ὀλίγοις ἀναιρεῖ Γάιος, καὶ ἄλλως φοβηθεὶς τὰ περὶ αὐτὸν διὰ τὸ πᾶσιν ὁμοίως τὸν Γάιον ἐπὶ θάνατον ἀνακειμένην ἐπαφιέναι τὴν ὀργὴν ἐπὶ τὴν ἐγχείρησιν ἐλθεῖν.
21 Χαιρέαν δὲ αἰσχύνην φέροντα ὀνείδη τε εἰς τὴν ἀνανδρίαν ὑπὸ τοῦ Γαΐου προφερομένου, καὶ ἄλλως τὸ ἐφʼ ἡμέρᾳ κινδυνεύειν φιλίᾳ καὶ θεραπείᾳ τὴν Γαΐου τελευτὴν οὐ πάντʼ ἐλεύθερον ὑπολαμβάνων.
22 οἱ δὲ καὶ πᾶσι κοινῇ προτεθῆναι τὴν ἐπὶ τῷ πράγματι σκέψιν τήν τε ὕβριν θεωμένοις καὶ ἐπιθυμοῦσιν ἀκμὴν ἐπʼ ἀλλήλων ἀκμάζουσαν διαφυγεῖν ἀραμένοις τὸν Γάιον· ἴσως μὲν γὰρ ἂν κατορθῶσαι, καλῶς δὲ κατορθοῦσι τηλικούτων ἀγαθῶν σχεῖν ἐπὶ σωτηρίᾳ τῆς τε πόλεως καὶ τῆς ἡγεμονίας πονοῦσι καὶ μετὰ ὀλέθρου ἅπτεσθαι τοῦ πράγματος.
23 παρὰ πάντα δὲ Χαιρέαν ἐπείγεσθαι ὀνόματός τε ἐπιθυμίᾳ μείζονος καὶ ἄλλως ὑπὸ τοῦ ἀδεέστερον προσιέναι τῷ Γαΐῳ διὰ τὴν χιλιαρχίαν ῥᾳστώνης αὐτῷ κτείνειν ἐσομένης.
24 Ἐν τούτῳ δʼ ἱπποδρομίαι ἦσαν· καὶ σπουδάζεται γὰρ Ῥωμαίοις ἥδε ἡ θεωρία δεινῶς, συνίασίν τε προθύμως εἰς τὸν ἱππόδρομον καὶ ἐφʼ οἷς χρῄζοιεν δέονται τῶν αὐτοκρατόρων κατὰ πλῆθος συνελθόντες, οἱ δὲ ἀναντιλέκτους τὰς δεήσεις κρίνοντες οὐδαμῶς ἀχαριστοῦσιν.
25 ἐκέλευον δὴ καὶ τὸν Γάιον ἐκθύμῳ τῇ ἱκετείᾳ χρώμενοι τῶν τε τελῶν ἐπανιέναι καὶ τῶν φόρων ἐπικουφίζειν τι τοῦ ἐπαχθοῦς. ὁ δʼ οὐκ ἠνείχετο, καὶ πλέον τι τῇ βοῇ χρωμένων ἄλλους ἄλλῃ διαπέμψας κελεύει τοὺς βοῶντας λαβεῖν τε καὶ μηδὲν εἰς ἀναβολὰς ἀνελεῖν προαγαγόντας.
26 καὶ ὁ μὲν ἐκέλευε ταῦτα καὶ οἷς προσετέτακτο ἔπρασσον, πλεῖστοί τε ἦσαν οἱ ἐπὶ τοιούτοις ἀποθανόντες. καὶ ὁ δῆμος ἑώρα μέν, ἠνείχετο δὲ παυσάμενος τῆς βοῆς, ἐν ὀλίγῳ ἕνεκα τῶν χρημάτων ὀφθαλμοῖς ὁρῶντες τὴν ἐπὶ τοιούτοις παραίτησιν εἰς θάνατον αὐτοῖς φέρουσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi