Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

302 ὁ δʼ οὐχ ἧττον ἐπὶ τῷ πραχθέντι χαλεπήνας, καὶ γὰρ αὐτὸς ἔκρινεν ἀσέβειαν τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτʼ ἔγραψεν·
303 Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει.
304 ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι διάταγμα Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ περὶ τοῦ ἐφίεσθαι Ἰουδαίους φυλάσσειν τὰ πάτρια πεισθῆναι ὑμᾶς αὐτῷ,
305 τἀναντία δὲ πάντα πρᾶξαι, συναγωγὴν Ἰουδαίων κωλύοντας εἶναι διὰ τὸ μεταθεῖναι ἐν αὐτῇ τὸν Καίσαρος ἀνδριάντα, παρανομοῦντας οὐκ εἰς μόνους Ἰουδαίους, ἀλλὰ καὶ εἰς τὸν αὐτοκράτορα, οὗ ὁ ἀνδριὰς βέλτιον ἐν τῷ ἰδίῳ ναῷ ἢ ἐν ἀλλοτρίῳ ἐτίθετο καὶ ταῦτα ἐν τῷ τῆς συναγωγῆς τόπῳ, τοῦ φύσει δικαιοῦντος ἕνα ἕκαστον τῶν ἰδίων τόπων κυριεύειν κατὰ τὸ Καίσαρος ἐπίκριμα·
306 τοῦ γὰρ ἐμοῦ ἐπικρίματος μιμνήσκεσθαι γελοῖόν ἐστιν μετὰ τὸ τοῦ αὐτοκράτορος διάταγμα τοῦ ἐπιτρέψαντος Ἰουδαίοις τοῖς ἰδίοις ἔθεσι χρῆσθαι, ἔτι μέντοι γε καὶ συμπολιτεύεσθαι τοῖς Ἕλλησιν κεκελευκότος·
307 τοὺς μὲν παρὰ τὸ διάταγμα τοῦ Σεβαστοῦ τοιαῦτα τετολμηκότας, ἐφʼ ᾧ καὶ αὐτοὶ ἠγανάκτησαν οἱ δοκοῦντες αὐτῶν ἐξέχειν οὐ τῇ ἰδίᾳ προαιρέσει γεγενῆσθαι λέγοντες ἀλλὰ τῇ τοῦ πλήθους ὁρμῇ, ὑπὸ ἑκατοντάρχου Πρόκλου Οὐιτελλίου ἐκέλευσα ἐπʼ ἐμὲ ἀναχθῆναι τῶν πεπραγμένων λόγον ἀποδώσοντας,
308 τοῖς δὲ πρώτοις ἄρχουσι παραινῶ, εἰ μὴ βούλονται δοκεῖν κατὰ τὴν αὐτῶν προαίρεσιν γεγενῆσθαι τὸ ἀδίκημα, ἐπιδεῖξαι τοὺς αἰτίους τῷ ἑκατοντάρχῃ μηδεμιᾶς στάσεως μηδὲ μάχης ἐῶντας ἀφορμὴν γενέσθαι, ἥνπερ δοκοῦσίν μοι θηρεύεσθαι διὰ τῶν τοιούτων ἔργων,
309 κἀμοῦ καὶ τοῦ τιμιωτάτου μοι βασιλέως Ἀγρίππου οὐδενὸς μᾶλλον προνοουμένων, ἢ ἵνα μὴ ἀφορμῆς δραξάμενοι τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς ἀμύνης προφάσει συναθροισθὲν εἰς ἀπόνοιαν χωρῇ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi