Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

335 Πολλοῖς δὲ κατασκευάσας πολλὰ Βηρυτίους ἐξαιρέτως ἐτίμησεν· θέατρον γὰρ αὐτοῖς κατεσκεύασε πολυτελείᾳ τε καὶ κάλλει πολλῶν διαφέρον ἀμφιθέατρόν τε πολλῶν ἀναλωμάτων βαλανεῖα πρὸς τούτοις καὶ στοάς, ἐν οὐδενὶ τῶν ἔργων στενότητι δαπανημάτων ἢ τὸ κάλλος ἀδικήσας ἢ τὸ μέγεθος.
336 ἐπεδαψιλεύσατο δʼ αὐτῶν τὴν καθιέρωσιν μεγαλοπρεπῶς, ἐν τῷ θεάτρῳ μὲν θεωρίας ἐπιτελῶν πάνθʼ ὅσα μουσικῆς ἔργα παράγων καὶ ποικίλης ποιητικὰ τέρψεως, ἐν δὲ τῷ ἀμφιθεάτρῳ πλήθει μονομάχων τὴν αὐτοῦ δεικνὺς μεγαλόνοιαν.
337 ἔνθα καὶ τὴν κατὰ πλῆθος ἀντίταξιν βουληθεὶς γενέσθαι τῶν θεωμένων τέρψιν ἑπτακοσίους ἄνδρας ἑπτακοσίοις μαχησομένους εἰσέπεμψεν κακούργους ὅσους εἶχεν ἀποτάξας εἰς τήνδε τὴν πρᾶξιν, ἵνʼ οἱ μὲν κολασθῶσιν, τὸ πολέμου δʼ ἔργον γένηται τέρψις εἰρήνης. τούτους μὲν οὖν πασσυδὶ διέφθειρεν.
338 Ἐν Βηρυτῷ δὲ τελέσας τὰ προειρημένα μετῆλθεν εἰς Τιβεριάδα πόλιν τῆς Γαλιλαίας. ἦν δὲ ἄρα τοῖς ἄλλοις βασιλεῦσιν περίβλεπτος. ἧκε γοῦν παρʼ αὐτὸν Κομμαγηνῆς μὲν βασιλεὺς Ἀντίοχος, Ἐμεσῶν δὲ Σαμψιγέραμος καὶ Κότυς, τῆς μικρᾶς Ἀρμενίας οὗτος ἐβασίλευσεν, καὶ Πολέμων τὴν Πόντου κεκτημένος δυναστείαν Ἡρώδης τε· οὗτος ἀδελφὸς ἦν αὐτοῦ, ἦρχεν δὲ τῆς Χαλκίδος.
339 ὡμίλησε δὲ πᾶσιν κατά τε τὰς ὑποδοχὰς καὶ φιλοφρονήσεις ὡς μάλιστα διαδείξας φρονήσεως ὕψος καὶ διὰ τοῦτό γε δοκεῖν δικαίως τῇ τοῦ βασιλέως παρουσίᾳ τετιμῆσθαι.
340 ἀλλὰ γὰρ τούτων διατριβόντων ἔτι παρʼ αὐτῷ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν παρεγένετο. πρὸς Ῥωμαίους οὖν τιμητικὸν τηρῶν ὑπαντησόμενος αὐτῷ τῆς πόλεως ἀπωτέρω σταδίους ἑπτὰ προῆλθεν ὁ βασιλεύς.
341 τοῦτο δὲ ἄρα ἔμελλεν τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς· συγκαθεζόμενος γὰρ ἐπὶ τῆς ἀπήνης ἐπήγετο τοὺς ἄλλους βασιλέας, Μάρσῳ δʼ ἡ τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi