Kitap 19
349
ἡ πληθὺς δʼ αὐτίκα σὺν γυναιξὶν καὶ παισὶν ἐπὶ σάκκων καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευεν ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς δὲ πάντʼ ἦν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δʼ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς καταπίπτοντας ἄδακρυς οὐδʼ αὐτὸς διέμενεν.
350
συνεχεῖς δʼ ἐφʼ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς βασιλείας δʼ ἕβδομον.
351
τέτταρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφώς, τρεῖς δʼ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας, ἐν οἷς τῶν τε προειρημένων ἐβασίλευσεν καὶ τὴν Ἰουδαίαν προσέλαβεν Σαμάρειάν τε καὶ Καισάρειαν.
352
προσωδεύσατο δʼ ὅτι πλείστας αὐτῶν προσφορὰς διακοσίας ἐπὶ χιλίαις μυριάδας, πολλὰ μέντοι προσεδανείσατο· τῷ γὰρ φιλόδωρος εἶναι δαψιλέστερα τῶν προσιόντων ἀνήλισκεν, ἦν δὲ ἀφειδὲς αὐτοῦ τὸ φιλότιμον.
353
Ἀγνοουμένης γε μὴν τοῖς πλήθεσιν τῆς ἐκπνοῆς αὐτοῦ συμφρονήσαντες Ἡρώδης τε ὁ τῆς Χαλκίδος δυναστεύων καὶ Ἑλκίας ὁ ἔπαρχος καὶ φίλος τοῦ βασιλέως Ἀρίστωνα ἔπεμψαν τῶν ὑπηρετῶν τὸν ἐπιτήδειον καὶ Σίλαν, ἐχθρὸς γὰρ ἦν αὐτοῖς, ἀπέσφαξαν ὡς δὴ τοῦ βασιλέως κελεύσαντος.
354
Ἀγρίππας μὲν οὖν ὁ βασιλεὺς τρόπῳ τοιούτῳ κατέστρεψεν τὸν βίον, γένει δὲ αὐτῷ κατελέλειπτο υἱὸς μὲν Ἀγρίππας ἄγων ἔτος ἑπτακαιδέκατον, τρεῖς δὲ θυγατέρες, ὧν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο Βερενίκη τὸ ἑκκαιδέκατον ἔτος γεγονυῖα, παρθένοι δʼ ἦσαν αἱ δύο Μαριάμμη τε καὶ Δρούσιλλα, δεκαετὴς μὲν ἡ ἑτέρα, ἑξαετὴς δὲ Δρούσιλλα·
355
καθωμολόγηντο δʼ ὑπὸ τοῦ πατρὸς πρὸς γάμον Ἰουλίῳ μὲν Ἀρχελάῳ τοῦ Χελκίου παιδὶ Μαριάμμη, Δρούσιλλα δὲ Ἐπιφανεῖ, τοῦ δὲ τῆς Κομμαγηνῆς βασιλέως Ἀντιόχου υἱὸς ἦν οὗτος.
356
ἀλλὰ γὰρ ὅτε ἐγνώσθη τὸν βίον ἐκλιπὼν Ἀγρίππας, Καισαρεῖς καὶ Σεβαστηνοὶ τῶν εὐποιιῶν αὐτοῦ λαθόμενοι τὰ τῶν δυσμενεστάτων ἐποίησαν·