Kitap 19
357
βλασφημίας τε γὰρ ἀπερρίπτουν εἰς τὸν κατοιχόμενον ἀπρεπεῖς λέγεσθαι καὶ ὅσοι στρατευόμενοι τότε ἔτυχον, συχνοὶ δʼ ἦσαν, οἴκαδε ἀπῆλθον καὶ τοὺς ἀνδριάντας τῶν τοῦ βασιλέως θυγατέρων ἁρπάσαντες ὁμοθυμαδὸν ἐκόμισαν εἰς τὰ πορνεῖα καὶ στήσαντες ἐπὶ τῶν τεγῶν ὡς δυνατὸν ἦν ἀφύβριζον ἀσχημονέστερα διηγήσεως δρῶντες,
358
ἐπί τε τοῖς δημοσίοις κατακλινόμενοι τόποις πανδήμους ἑστιάσεις ἐπετέλουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάρωνι προπόσεις τῆς τοῦ βασιλέως ἐκπνοῆς ἀλλήλοις ἀνταποδιδόντες.
359
ἀμνήμονες δʼ ἦσαν οὐκ Ἀγρίππα μόνον χρησαμένου πολλαῖς εἰς αὐτοὺς φιλοτιμίαις, καὶ τοῦ πάππου δὲ Ἡρώδου· τὰς πόλεις ἐκεῖνος αὐτοῖς ἔκτισεν λιμένας τε καὶ ναοὺς κατεσκεύασεν λαμπροῖς δαπανήμασιν.
360
Ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐπὶ Ῥώμης ἦν ἐν τῷ χρόνῳ τούτῳ τρεφόμενος παρὰ Κλαυδίῳ Καίσαρι.
361
πυθόμενός γε μὴν Καῖσαρ, ὅτι τέθνηκεν Ἀγρίππας, Σεβαστηνοὶ δὲ καὶ Καισαρεῖς ὑβρίκασιν εἰς αὐτόν, ἐπʼ ἐκείνῳ μὲν ἤλγησεν, ἐπὶ δὲ τοὺς ἀχαριστήσαντας ὠργίσθη.
362
πέμπειν οὖν εὐθέως ὥρμητο τὸν νεώτερον Ἀγρίππαν τὴν βασιλείαν διαδεξόμενον ἅμα βουλόμενος ἐμπεδοῦν τοὺς ὀμωμοσμένους ὅρκους, ἀλλὰ τῶν ἐξελευθέρων καὶ φίλων οἱ πολὺ παρʼ αὐτῷ δυνάμενοι ἀπέτρεψαν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ μηδὲ τοὺς παιδὸς ἐκβεβηκότι χρόνους ἐπιτρέπειν βασιλείας τηλικοῦτον μέγεθος, ᾧ μὴ δυνατὸν τὰς τῆς διοικήσεως φροντίδας ἐνεγκεῖν, καὶ τελείῳ δʼ οὖν εἶναι βαρὺ βάσταγμα βασιλείαν.
363
ἔδοξεν οὖν αὐτοὺς εἰκότα λέγειν ὁ Καῖσαρ. ἔπαρχον οὖν τῆς Ἰουδαίας καὶ τῆς ἁπάσης βασιλείας ἀπέστειλεν Κούσπιον Φᾶδον τῷ κατοιχομένῳ διδοὺς τιμὴν τὸ μὴ Μάρσον ἐπαγαγεῖν εἰς βασιλείαν αὐτῷ διάφορον.
364
ἐγνώκει δὲ πρὸ πάντων ἐπιστεῖλαι τῷ Φάδῳ Καισαρεῦσιν καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως καὶ παροινίας εἰς τὰς ἔτι ζώσας,
365
τὴν ἴλην δὲ τῶν Καισαρέων καὶ τῶν Σεβαστηνῶν καὶ τὰς πέντε σπείρας εἰς Πόντον μεταγαγεῖν, ἵνʼ ἐκεῖ στρατεύοιντο, τῶν δʼ ἐν Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἐπιλέξαι στρατιώτας κατʼ ἀριθμοὺς καὶ τὸν ἐκείνων ἀναπληρῶσαι τόπον.