Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

33 τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ.
34 καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν ὁ Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας.
35 Κυιντιλία δʼ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετʼ ἀνδραγαθίας. βασανίζει δʼ αὐτὴν ὠμῶς ὁ Χαιρέας, ἄκων μέν, κατʼ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι.
36 καὶ ὁ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων.
37 Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαΐου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπʼ αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν,
38 ἀλλʼ ἐπὶ φυλακῇ γε, ὦ Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται· τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν;
39 σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi