Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

46 καὶ Κλήμης μὲν ὡς αὑτὸν ἀναλύει διὰ λογισμῶν τῶν τε ἀκροαθέντων καὶ ὁπόσων αὐτὸς εἰρήκει περιφερόμενος. Χαιρέας δὲ δείσας ὡς Κορνήλιον Σαβῖνον ἠπείγετο καὶ αὐτὸν μὲν χιλίαρχον ὄντα, ἀξιόλογον δʼ ἄλλως ἐξεπιστάμενος αὐτὸν καὶ τοῦ ἐλευθέρου ἐραστὴν καὶ διʼ αὐτὸ τῇ καταστάσει τῶν πραγμάτων πολεμίως διακείμενον,
47 χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπʼ αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος.
48 Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου.
49 τρέπονταί τε ὡς Μινουκιανόν, αὐτοῖς μὲν ἐπιτηδεύσει ἀρετῆς καὶ τῷ ὁμοζήλῳ τοῦ μεγαλόφρονος συγγενῆ, Γαΐῳ δʼ ὕποπτον τῆς Λεπίδου τελευτῆς, πάνυ γὰρ δὴ φίλοι ἐγένοντο Μινουκιανός τε καὶ Λέπιδος, καὶ δείματι κινδύνων τῶν καθʼ αὑτόν.
50 πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπʼ αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος,
51 φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ διʼ αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι.
52 Γενομένων δʼ αὐτοῖς ἀξιώσεων ἐπείπερ συνέβαλον, εἰωθότες καὶ πρότερον ὁπότε συνέλθοιεν τίμιον ἡγεῖσθαι τὸν Μινουκιανὸν ὑπεροχῇ τε ἀξιώματος, γενναιότατος γὰρ ἦν τῶν πολιτῶν, καὶ τῷ ἐπὶ πᾶσιν ἐπαινουμένῳ,
53 μᾶλλον ὡς ἅπτοιτό τινος λόγου φθάσαι κἀκεῖνος εἴ ποτε Χαιρέαν, ὅ τι καὶ παραλάβοι σημεῖον τῆς ἡμέρας ἐκείνης· ἀοίδιμος γὰρ διὰ τῆς πόλεως ἦν ἡ εἰς τὸν Χαιρέαν διὰ τῶν σημείων τῆς δόσεως πρασσομένη ὕβρις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi