Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

arg α. Ὡς Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν.
arg β. ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη.
arg γ. ὡς αὐτὸς οὗτος εἰς Αἴγυπτον πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὸ πρὸς αὐτὸν μῖσος καὶ γενόμενος ἐπίσημος ἐκεῖ καὶ λαμπρότατος τοὺς ἀδελφοὺς ἔσχεν ὑποχειρίους.
arg δ. ἡ τοῦ πατρὸς αὐτοῦ μετὰ τῆς γενεᾶς πάσης πρὸς αὐτὸν μετάβασις διὰ τὸν γενόμενον λιμόν.
arg ε. ὅσα τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ συνέβη κακοπαθοῦσιν ἐπ' ἔτη τετρακόσια.
arg ϛ. ὡς Μωσέως ἡγουμένου τὴν Αἴγυπτον ἐξέλιπον.
arg ζ. ἡ Μωσέως γένεσις καὶ ἀνατροφή.
arg η. ὡς ἡ θάλασσα τοῖς Ἑβραίοις διωκομένοις ὑπὸ τῶν Αἰγυπτίων ἀνακοπεῖσα φυγὴν δι' αὐτῆς παρέσχεν.
arg περιέχει δὲ ἡ βίβλος ἔτη διακόσια εἴκοσι.
1 Μετὰ δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον, ἀλλʼ Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διητᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπʼ αὐτοῦ· Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως.
2 ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτʼ ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν.
3 ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε, κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθʼ ὅρκων. ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν· Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν.
4 Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες.
1 / 53 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi