Kitap 2
92
ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δʼ ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι τῶν ἀτυχημάτων, ὁ δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων.
93
τῆς δʼ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης ὁ λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπʼ αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον.
94
ὁ δὲ Ἰώσηπον ἐκάλει, κἀκεῖνος τὸν σῖτον αὐτοῖς ἀπεδίδοτο γεγενημένος σωτὴρ ὁμολογουμένως τοῦ πλήθους, καὶ τὴν ἀγορὰν οὐ τοῖς ἐγχωρίοις προὐτίθει μόνον, ἀλλὰ καὶ τοῖς ξένοις ὠνεῖσθαι παρῆν πάντας ἀνθρώπους κατὰ συγγένειαν ἀξιοῦντος ἐπικουρίας τυγχάνειν Ἰωσήπου παρὰ τῶν εὐδαιμονίᾳ χρωμένων.
95
Πέμπει δὲ καὶ Ἰάκωβος τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης, πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν, τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις· μόνον δὲ κατέσχε Βενιαμὶν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα ὁμομήτριον δὲ Ἰωσήπῳ.
96
οἱ μὲν οὖν εἰς τὴν Αἴγυπτον ἐλθόντες ἐνετύγχανον τῷ Ἰωσήπῳ χρῄζοντες ἀγορᾶς· οὐδὲν γὰρ ἦν, ὃ μὴ μετὰ γνώμης ἐπράττετο τῆς ἐκείνου· καὶ γὰρ τὸ θεραπεῦσαι τὸν βασιλέα τότε χρήσιμον ἐγίνετο τοῖς ἀνθρώποις, ὅτε καὶ τῆς Ἰωσήπου τιμῆς ἐπιμεληθεῖεν.
97
ὁ δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἠλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδʼ εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς δυνάμενος διεπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων.
98
τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν μὲν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν· οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τοιαύτης παιδοτροφίας.