Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

175 ἥκω τε νῦν ὁδοῦ τε ταύτης ἡγεμὼν ἐσόμενος καὶ βίου σου τελευτὴν ἐν ταῖς Ἰωσήπου χερσὶ γενησομένην προδηλῶν καὶ μακρὸν αἰῶνα τῶν σῶν ἐγγόνων ἐν ἡγεμονίᾳ καὶ δόξῃ καταγγέλλων καταστήσων τε αὐτοὺς εἰς τὴν γῆν ἣν ὑπέσχημαι.
176 Τούτῳ θαρρήσας τῷ ὀνείρατι προθυμότερον εἰς τὴν Αἴγυπτον σὺν τοῖς υἱοῖς καὶ παισὶν τοῖς τούτων ἀπηλλάττετο. ἦσαν δʼ οἱ πάντες πέντε καὶ ἑβδομήκοντα. τὰ μὲν οὖν ὀνόματα δηλῶσαι τούτων οὐκ ἐδοκίμαζον καὶ μάλιστα διὰ τὴν δυσκολίαν αὐτῶν·
177 ἵνα μέντοι παραστήσω τοῖς οὐχ ὑπολαμβάνουσιν ἡμᾶς ἐκ τῆς Μεσοποταμίας ἀλλʼ Αἰγυπτίους εἶναι, ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ἰακώβου μὲν οὖν παῖδες ἦσαν δώδεκα· τούτων Ἰώσηπος ἤδη προαφῖκτο· τοὺς οὖν μετʼ αὐτὸν καὶ τοὺς ἐκ τούτων γεγονότας δηλώσομεν.
178 Ῥουβήλου μὲν ἦσαν παῖδες τέσσαρες, Ἀνώχης Φαλοὺς Ἐσσαρὼν Χάρμισος· Σεμεῶνος δʼ ἕξ, Ἰούμηλος Ἰάμεινος Πούθοδος Ἰαχῖνος Σόαρος Σααρᾶς· τρεῖς δὲ Λευὶ γεγόνασιν υἱοί, Γολγόμης Κάαθος Μαράιρος· Ἰούδᾳ δὲ παῖδες ἦσαν τρεῖς, Σάλας Φάρεσος Ἐζελοός, υἱωνοὶ δὲ δύο γεγονότες ἐκ Φαρέσου, Ἐσρὼν καὶ Ἄμουρος. Ἰσακχάρου δὲ τέσσαρες, Θούλας Φρουρᾶς Ἴωβος Σαμάρων.
179 τρεῖς δὲ Ζαβουλὼν ἦγεν υἱούς, Σάραδον Ἥλωνα Ἰάνηλον. τοῦτο μὲν τὸ ἐκ Λείας γένος· καὶ αὐτῇ συνανῄει καὶ θυγάτηρ αὐτῆς Δεῖνα.
180 τρεῖς οὗτοι καὶ τριάκοντα. Ῥαχήλας δὲ παῖδες ἦσαν δύο· τούτων Ἰωσήπῳ μὲν γεγόνεισαν υἱοὶ Μανασσῆς καὶ Ἐφράνης. Βενιαμεῖ δὲ τῷ ἑτέρῳ δέκα, Βόλος Βάκχαρις Ἀσαβῆλος Γήλας Νεεμάνης Ἴης Ἄρως Νομφθὴς Ὀππαῖς Ἄροδος. οὗτοι τέσσαρες καὶ δέκα πρὸς τοῖς πρότερον κατειλεγμένοις εἰς ἑπτὰ καὶ τεσσαράκοντα γίνονται τὸν ἀριθμόν.
181 καὶ τὸ μὲν γνήσιον γένος τῷ Ἰακώβῳ τοῦτο ἦν, ἐκ Βάλλας δὲ αὐτῷ γίνονται τῆς Ῥαχήλας θεραπαινίδος Δάνος καὶ Νεφθαλίς, ᾧ τέσσαρες εἵποντο παῖδες, Ἐλιῆλος Γοῦνις Σάρης τε καὶ Σέλλιμος, Δάνῳ δὲ μονογενὲς ἦν παιδίον Οὖσις.
182 τούτων προσγινομένων τοῖς προειρημένοις πεντήκοντα καὶ τεσσάρων πληροῦσιν ἀριθμόν. Γάδης δὲ καὶ Ἀσῆρος ἐκ Ζελφᾶς μὲν ἦσαν, ἦν Λείας δὲ αὕτη θεραπαινίς, παῖδας δʼ ἐπήγοντο Γάδης μὲν ἑπτά, Ζοφωνίαν Οὔγιν Σοῦνιν Ζάβρωνα Εἰρήνην Ἐρωίδην Ἀριήλην·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi