Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

196 ἠξίου μέντοι καὶ ταφῆς ἐν Νεβρῶνι τυγχάνειν· τελευτᾷ δὲ βιοὺς ἔτη τὰ πάντα τριῶν δέοντα πεντήκοντα καὶ ἑκατόν, μηδενὸς μὲν τῶν προγόνων ἀπολειφθεὶς ἐπʼ εὐσεβείᾳ τοῦ θεοῦ, τυχὼν δὲ ἀμοιβῆς ἧς δίκαιον ἦν τοὺς οὕτως ἀγαθοὺς γεγονότας. Ἰώσηπος δὲ συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως τὸν τοῦ πατρὸς νεκρὸν εἰς Νεβρῶνα κομίσας ἐκεῖ θάπτει πολυτελῶς.
197 τῶν δʼ ἀδελφῶν οὐ βουλομένων αὐτῷ συνυποστρέφειν, δέος γὰρ αὐτοὺς εἶχε μὴ τεθνηκότος αὐτοῖς τοῦ πατρὸς τιμωρήσαιτο τῆς εἰς αὐτὸν ἐπιβουλῆς οὐκέτʼ ὄντος ᾧ χαρίζοιτο τὴν πρὸς αὐτοὺς μετριότητα, πείθει μηδὲν ὑφορᾶσθαι μηδʼ ἔχειν αὐτὸν διʼ ὑποψίας, ἀγαγὼν δὲ μετʼ αὐτοῦ κτῆσιν πολλὴν ἐχαρίσατο καὶ πάσῃ περὶ αὐτοὺς σπουδῇ χρώμενος οὐκ ἀπέλιπε.
198 Τελευτᾷ δὲ καὶ οὗτος ἔτη βιώσας ἑκατὸν καὶ δέκα θαυμάσιος τὴν ἀρετὴν γενόμενος καὶ λογισμῷ πάντα διοικῶν καὶ τὴν ἐξουσίαν ταμιευόμενος, ὃ δὴ καὶ τῆς τοιαύτης εὐδαιμονίας αἴτιον αὐτῷ παρὰ τοῖς Αἰγυπτίοις ἀλλαχόθεν ἥκοντι καὶ μετὰ τοιαύτης κακοπραγίας, μεθʼ ἧς προειρήκαμεν, ὑπῆρχε.
199 τελευτῶσι δʼ αὐτοῦ καὶ οἱ ἀδελφοὶ ζήσαντες εὐδαιμόνως ἐπὶ τῆς Αἰγύπτου. καὶ τούτων μὲν τὰ σώματα κομίσαντες μετὰ χρόνον οἱ ἀπόγονοι καὶ οἱ παῖδες ἔθαψαν ἐν Νεβρῶνι,
200 τὰ δὲ Ἰωσήπου ὀστᾶ ὕστερον, ὅτε μετανέστησαν ἐκ τῆς Αἰγύπτου οἱ Ἑβραῖοι, εἰς τὴν Χαναναίαν ἐκόμισαν· οὕτως γὰρ αὐτοὺς ὁ Ἰώσηπος ἐξώρκισε. τούτων οὖν ἕκαστος ὡς ἔσχε καὶ τίσι πόνοις ἐκράτησαν τῆς Χαναναίας σημανῶ προδιηγησάμενος τὴν αἰτίαν διʼ ἣν τὴν Αἴγυπτον ἐξέλιπον.
201 Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκέρδειαν συνέβη δεινῶς πρὸς τοὺς Ἑβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας.
202 ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ διʼ ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατʼ αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τʼ ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi