Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

203 τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις.
204 καὶ τετρακοσίων μὲν ἐτῶν χρόνον διήνυσαν ταῖς ταλαιπωρίαις· ἀντεφιλονείκουν γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖς πόνοις ἐξαπολέσαι τοὺς Ἰσραηλίτας θέλοντες, οἱ δʼ ἀεὶ κρείττους φαίνεσθαι τῶν ἐπιταγμάτων.
205 Ἐν τούτοις δʼ ὄντων αὐτῶν τοῖς πράγμασιν αἰτία τοῦ μᾶλλον σπουδάσαι περὶ τὸν ἀφανισμὸν τοῦ γένους ἡμῶν τοῖς Αἰγυπτίοις προσεγένετο τοιαύτη· τῶν ἱερογραμματέων τις, καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν, ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατʼ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται.
206 δείσας δʼ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τε τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν καὶ τοὺς τοκετοὺς αὐτῶν παρατηρεῖν τὰς Αἰγυπτίων μαίας·
207 ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευε μαιοῦσθαι, αἳ διὰ συγγένειαν ἔμελλον μὴ παραβήσεσθαι τὴν τοῦ βασιλέως βούλησιν· τοὺς μέντοι καταφρονήσαντας τοῦ προστάγματος καὶ σώζειν λάθρα τολμήσαντας τὸ τεχθὲν αὐτοῖς ἀναιρεῖσθαι σὺν τῇ γενεᾷ προσέταξεν.
208 δεινὸν οὖν τοῖς ὑπομένουσι τὸ πάθος, οὐ καθὸ παίδων ἀπεστεροῦντο καὶ γονεῖς ὄντες αὐτοὶ πρὸς τὴν ἀπώλειαν ὑπούργουν τῶν γεννωμένων, ἀλλὰ καὶ ἡ ἐπίνοια τῆς τοῦ γένους αὐτῶν ἐπιλείψεως, φθειρομένων μὲν τῶν τικτομένων, αὐτῶν δὲ διαλυθησομένων, χαλεπὴν αὐτοῖς καὶ δυσπαραμύθητον ἐποίει τὴν συμφοράν.
209 καὶ οἱ μὲν ἦσαν ἐν τούτῳ τῷ κακῷ· κρατήσειε δʼ ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης οὐδὲ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος· ὅ τε γὰρ παῖς, ὃν προεῖπεν ὁ ἱερογραμματεύς, τρέφεται λαθὼν τὴν τοῦ βασιλέως φυλακὴν καὶ ἀληθὴς ἐπὶ τοῖς ἐξ αὐτοῦ γενησομένοις ὁ προειπὼν εὑρέθη. γίνεται δʼ οὕτως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi