Kitap 2
26
προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρʼ ἡμῶν ἐρανίζεται κηδεμονίαν·
27
ἥ τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλʼ οἰκείων·
28
ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπʼ αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσεται.
29
Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως·
30
καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δʼ ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφʼ ᾧ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλʼ ὡς ἐν ἀπόροις κουφότερον.
31
ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν ὁ Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον· καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων.
32
Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν·