Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

arg Ὡς Κλαύδιος Καῖσαρ μετὰ τὴν Ἀγρίππου τελευτὴν Φᾶδον ἔπεμψεν εἰς Ἰουδαίαν ἐπίτροπον.
arg στάσις Φιλαδελφηνῶν πρὸς τοὺς ἐν τῇ Περαίᾳ κατοικοῦντας Ἰουδαίους περὶ ὅρων κώμης μιᾶς, καὶ ὡς ὑπὸ τούτων πολλῶν ἀναιρεθέντων Φιλαδελφηνῶν Φᾶδος ἀγανακτήσας τῶν Περαϊτῶν Ἰουδαίων τοὺς πρώτους τρεῖς ἄνδρας λαβὼν ἀπέκτεινεν.
arg ὡς Θολεμαῖος ὁ ἀρχιλῃστὴς τοὺς Ἄραβας λῃστεύων ληφθεὶς καὶ ἐπὶ Φᾶδον ἀχθεὶς ἀνῃρέθη.
arg ὡς Φᾶδος καὶ Κάσσιος Λογγῖνος ὁ τῆς Συρίας ἡγεμὼν ἀναβάντες εἰς Ἱεροσόλυμα τοῖς πρώτοις τῶν Ἰουδαίων ἐκέλευσαν τὸν ποδήρη καὶ τὴν ἱερὰν στολὴν ἐν τῇ Ἀντωνίᾳ καταθέσθαι ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ καὶ πρότερον ἦν.
arg παράκλησις ἐπὶ τούτῳ τῶν Ἰουδαίων πρὸς Φᾶδον καὶ Λογγῖνον ἀξιούντων αὐτοὺς ἐπιτρέψαι πέμψαι πρεσβείαν πρὸς Καίσαρα Κλαύδιον περὶ τούτου.
arg ὡς Φᾶδος λαβὼν ὁμήρους ἐπέτρεψεν.
arg ὡς Κλαύδιος Καῖσαρ παρακληθεὶς ὑπ' Ἀγρίππα τοῦ νεωτέρου συνεχώρησεν τοῖς Ἰουδαίοις τὰ αἰτήματα καὶ πρὸς Φᾶδον ἔγραψε περὶ τούτων.
arg ὃν τρόπον Ἑλένη ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς καὶ οἱ παῖδες αὐτῆς Μονόβαζος καὶ Ἰζάτης καὶ τὸ πᾶν γένος αὐτῶν ἐζήλωσαν τὰ Ἰουδαίων ἔθη.
arg ὡς Ἡρώδου τελευτήσαντος τοῦ τῆς Χαλκίδος βασιλέως Ἀγρίππας ὁ νεώτερος τὴν ἀρχὴν ἔλαβεν δόντος αὐτῷ Κλαυδίου Καίσαρος.
arg ὡς Τιβέριος Ἀλέξανδρος ἐπίτροπος εἰς Ἰουδαίαν ἐλθὼν τοὺς υἱοὺς Ἰούδα τοῦ Γαλιλαίου τὸν ὄχλον ἀπατῶντας ἐκόλασεν.
arg περὶ τοῦ λιμοῦ τοῦ γενομένου κατὰ τὴν χώραν.
arg Κουμάνου ἄφιξις εἰς τὴν Ἰουδαίαν ἐπιτρόπου πεμφθέντος ὑπὸ Καίσαρος.
arg ὡς ἐπὶ τούτου πολλοὶ τῶν Ἰουδαίων κατὰ τὸ ἱερὸν ἀπώλοντο.
arg στάσις Ἰουδαίων πρὸς Σαμαρεῖς καὶ ὡς πολλοὶ διεφθάρησαν τῶν Σαμαρειτῶν.
arg ὡς Μόδιος Κουαδρᾶτος ὁ τῆς Συρίας ἡγεμὼν ἀκούσας ταῦτα καὶ ἀναβὰς εἰς Ἰουδαίαν τοὺς πρώτους τῶν Ἰουδαίων καὶ Σαμαρειτῶν ἐκέλευσεν εἰς Ῥώμην ἀναβῆναι, ὁμοίως καὶ Κούμανον τὸν ἐπίτροπον καὶ Κέλερα τὸν χιλίαρχον λόγον ὑφέξοντας Κλαυδίῳ Καίσαρι περὶ τῶν πεπραγμένων, τινὰς δὲ καὶ Ἰουδαίων αὐτὸς ἐκόλασεν.
arg ὡς Κλαύδιος ἀκούσας αὐτῶν τοὺς μὲν Ἰουδαίους τῆς αἰτίας ἀπέλυσεν παρακληθεὶς ὑπὸ βασιλέως Ἀγρίππα, Κούμανον δὲ ἐξώρισε, Κέλερα δὲ τὸν χιλίαρχον καὶ τοὺς πρώτους τῶν Σαμαρειτῶν ἐκόλασεν.
1 / 35 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi