Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

104 καὶ τελευτᾷ τὸν βίον Ἡρώδης ὁ τοῦ μεγάλου βασιλέως Ἀγρίππα ἀδελφὸς ὀγδόῳ τῆς Κλαυδίου Καίσαρος ἀρχῆς ἔτει, καταλιπὼν τρεῖς υἱοὺς Ἀριστόβουλον μὲν ὑπὸ τῆς πρώτης αὐτῷ τεχθέντα γυναικός, ἐκ Βερενίκης δὲ τῆς τἀδελφοῦ θυγατρὸς Βερενικιανὸν καὶ Ὑρκανόν. τὴν δʼ ἀρχὴν αὐτοῦ Καῖσαρ Κλαύδιος Ἀγρίππᾳ τῷ νεωτέρῳ δίδωσιν.
105 Στάσεως δʼ ἐμπεσούσης τῇ τῶν Ἱεροσολυμιτῶν πόλει Κουμανοῦ τὰ κατὰ τὴν Ἰουδαίαν πράγματα διοικοῦντος ἐφθάρησαν ὑπὸ ταύτης πολλοὶ τῶν Ἰουδαίων. καὶ πρότερον ἀφηγήσομαι τὴν αἰτίαν, διʼ ἣν ταῦτα συνέβη·
106 τῆς πάσχα προσαγορευομένης ἑορτῆς ἐνστάσης, καθʼ ἣν ἔθος ἐστὶν ἡμῖν ἄζυμα προσφέρεσθαι, πολλοῦ καὶ πανταχόθεν πλήθους συναχθέντος ἐπὶ τὴν ἑορτὴν δείσας ὁ Κουμανός, μὴ νεώτερόν τι παρὰ τούτων προσπέσῃ, κελεύει τῶν στρατιωτῶν μίαν τάξιν ἀναλαβοῦσαν τὰ ὅπλα ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ἑστάναι καταστελοῦντας τὸν νεωτερισμόν, εἰ ἄρα τις γένοιτο.
107 τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ τῆς Ἰουδαίας ἐπιτροπεύσαντες ἐν ταῖς ἑορταῖς ἔπραττον.
108 τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τις ἀνακαλύψας ἐπεδείκνυε τῷ πλήθει τὰ αἰδοῖα, καὶ πρὸς τοῦτο θεασαμένων ὀργὴ καὶ θυμὸς ἦν οὐχ ἑαυτοὺς ὑβρίσθαι λεγόντων, ἀλλὰ τὸν θεὸν ἠσεβῆσθαι· τινὲς δὲ τῶν θρασυτέρων τὸν Κουμανὸν ἐβλασφήμουν ὑπʼ αὐτοῦ τὸν στρατιώτην καθεῖσθαι λέγοντες.
109 Κουμανὸς δʼ ἀκούσας καὶ αὐτὸς οὐ μετρίως ἐρεθίζεται πρὸς τὰς βλασφημίας, παρῄνει μέντοι παύσασθαι νεωτέρων ἐπιθυμοῦντας πραγμάτων μηδὲ στάσεις ἐξάπτειν ἐν ἑορτῇ.
110 μὴ πείθων δέ, μᾶλλον γὰρ ἐπέκειντο βλασφημοῦντες, κελεύει τὸ στράτευμα πᾶν τὰς πανοπλίας ἀναλαβὸν ἥκειν εἰς τὴν Ἀντωνίαν, φρούριον δʼ ἦν τοῦτο, καθάπερ καὶ πρότερον εἴπομεν, ἐπικείμενον τῷ ἱερῷ.
111 παραγενομένους δὲ τοὺς στρατιώτας θεασάμενον τὸ πλῆθος καὶ φοβηθὲν φεύγειν ὥρμησεν, τῶν δʼ ἐξόδων στενῶν οὐσῶν διώκεσθαι νομίζοντες ὑπὸ τῶν πολεμίων καὶ συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὺς ἀλλήλοις ἐν τοῖς στενοῖς θλιβόμενοι διέφθειρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi