Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

112 δύο γοῦν μυριάδες ἐξηριθμήθησαν τῶν κατὰ τὴν στάσιν ἐκείνην φθαρέντων. πένθος δʼ ἦν τὸ λοιπὸν ἀντὶ τῆς ἑορτῆς, καὶ πάντες ἐκλαθόμενοι τῶν εὐχῶν καὶ τῶν θυσιῶν ἐπὶ θρήνους καὶ κλαυθμοὺς ἐτράποντο. τοιαῦτα μὲν ἑνὸς ἀσέλγεια στρατιώτου παθήματα γενέσθαι παρεσκεύασεν.
113 Οὔπω δʼ αὐτῶν τὸ πρῶτον πένθος ἐπέπαυτο καὶ κακὸν ἄλλο προσέπιπτεν· τῶν γὰρ ἀφεστώτων ἐπὶ νεωτερισμῷ τινες κατὰ τὴν δημοσίαν ὁδὸν ὡς ἑκατὸν σταδίων ἄπωθεν τῆς πόλεως Στέφανον Καίσαρος δοῦλον ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν διαρπάζουσιν.
114 ἀκούσας δὲ τὸ πραχθὲν ὁ Κουμανὸς εὐθὺς πέμπει στρατιώτας, κελεύσας αὐτοῖς τὰς πλησίον κώμας διαρπάσαι, τοὺς δʼ ἐπιφανεστάτους αὐτῶν δήσαντας ἐπʼ αὐτὸν ἄγειν.
115 τῆς δὲ πορθήσεως γενομένης τῶν στρατιωτῶν τις τοὺς Μωυσέως νόμους ἔν τινι κώμῃ λαβὼν κειμένους προκομίσας εἰς τὴν πάντων ὄψιν διέσχισεν ἐπιβλασφημῶν καὶ πολλὰ κατακερτομῶν.
116 Ἰουδαῖοι δὲ ταῦτα ἀκούσαντες καὶ πολλοὶ συνδραμόντες καταβαίνουσιν εἰς Καισάρειαν, ἐκεῖ γὰρ ἐτύγχανεν ὁ Κουμανὸς ὤν, ἱκετεύοντες μὴ αὐτοὺς ἀλλὰ τὸν θεὸν οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι· ζῆν γὰρ οὐχ ὑπομένειν τῶν πατρίων αὐτοῖς οὕτως περιυβρισμένων. καὶ Κουμανὸς δείσας,
117 μὴ πάλιν νεωτερίσειεν τὸ πλῆθος, συμβουλευσάντων καὶ τῶν φίλων τὸν ἐνυβρίσαντα τοῖς νόμοις στρατιώτην πελεκίσας ἔπαυσεν τὴν στάσιν ἐκ δευτέρου μέλλουσαν ἐξάπτεσθαι.
118 Γίνεται δὲ καὶ Σαμαρείταις πρὸς Ἰουδαίους ἔχθρα διʼ αἰτίαν τοιαύτην· ἔθος ἦν τοῖς Γαλιλαίοις ἐν ταῖς ἑορταῖς εἰς τὴν ἱερὰν πόλιν παραγινομένοις ὁδεύειν διὰ τῆς Σαμαρέων χώρας. καὶ τότε καθʼ ὁδὸν αὐτοῖς κώμης Γιναῆς λεγομένης τῆς ἐν μεθορίῳ κειμένης Σαμαρείας τε καὶ τοῦ μεγάλου πεδίου τινὲς συνάψαντες μάχην πολλοὺς αὐτῶν ἀναιροῦσιν.
119 πυθόμενοι δὲ τὰ πραχθέντα τῶν Γαλιλαίων οἱ πρῶτοι πρὸς Κουμανὸν ἀφίκοντο καὶ παρεκάλουν αὐτὸν μετιέναι τῶν ἀνῃρημένων τὸν φόνον. ὁ δὲ χρήμασι πεισθεὶς ὑπὸ τῶν Σαμαρέων ὠλιγώρησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi