Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

120 ἀγανακτήσαντες δὲ ἐπὶ τούτῳ Γαλιλαῖοι τὸ πλῆθος τῶν Ἰουδαίων ἔπειθον ἐφʼ ὅπλα χωρῆσαι καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι· δουλείαν γὰρ καὶ καθʼ αὑτὴν μὲν πικρὰν ἔλεγον εἶναι, τὴν ἐφʼ ὕβρει δὲ παντάπασιν ἀφόρητον.
121 τῶν δʼ ἐν τέλει καταπραΰνειν αὐτοὺς πειρωμένων καὶ πείσειν τὸν Κουμανὸν ἐπαγγελλομένων δίκας εἰσπράξασθαι παρὰ τῶν ἀνῃρηκότων, ἐκείνοις μὲν οὐ προσέσχον, ἀναλαβόντες δὲ τὰ ὅπλα καὶ βοηθεῖν Ἐλεάζαρον τὸν τοῦ Δειναίου παρακαλέσαντες, λῃστὴς δʼ οὗτος ἦν ἔτη πολλὰ τὴν διατριβὴν ἐν ὄρει πεποιημένος, κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι.
122 Κουμανὸς δὲ τῆς πράξεως εἰς αὐτὸν ἀφικομένης ἀναλαβὼν τὴν τῶν Σεβαστηνῶν ἴλην καὶ πεζῶν τέσσαρα τάγματα τούς τε Σαμαρεῖς καθοπλίσας ἐξῆλθεν ἐπὶ τοὺς Ἰουδαίους, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν πλείους δὲ ζῶντας ἔλαβεν.
123 οἱ δὲ πρῶτοι κατὰ τιμὴν καὶ γένος τῶν Ἱεροσολυμιτῶν, ὡς εἶδον εἰς οἷον κακῶν μέγεθος ἥκουσιν, μετενδυσάμενοι σάκκους καὶ σποδοῦ τὰς κεφαλὰς ἀναπλήσαντες παντοῖοι τοὺς ἀφεστῶτας παρακαλοῦντες ἦσαν καὶ πείθοντες πρὸ ὀφθαλμῶν θεμένους κατασκαφησομένην μὲν αὐτῶν τὴν πατρίδα, τὸ δὲ ἱερὸν πυρποληθησόμενον, αὐτῶν δὲ καὶ γυναικῶν σὺν τέκνοις ἀνδραποδισμοὺς ἐσομένους, μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν εἰς τὸ λοιπὸν ἀποχωρήσαντας εἰς τὰ αὑτῶν.
124 ταῦτα δὲ εἰπόντες ἔπεισαν. καὶ οἱ μὲν διελύθησαν, οἱ λῃσταὶ δὲ ἐπὶ τοὺς ἐχυροὺς τόπους πάλιν ἀπῆλθον. ἐξ ἐκείνου τε ἡ σύμπασα Ἰουδαία λῃστηρίων ἐπληρώθη.
125 Σαμαρέων δὲ οἱ πρῶτοι πρὸς Οὐμμίδιον Κοδρᾶτον τῆς Συρίας προεστηκότα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν Τύρῳ τυγχάνοντα παραγενόμενοι κατηγόρουν τῶν Ἰουδαίων, ὡς τὰς κώμας αὐτῶν ἐμπρήσειαν καὶ διαρπάσειαν,
126 καὶ περὶ μὲν ὧν αὐτοὶ πεπόνθασιν οὐχ οὕτως ἀγανακτεῖν ἔφασκον, ὡς ὅτι Ῥωμαίων καταφρονήσειαν, ἐφʼ οὓς κριτὰς ἐχρῆν αὐτοὺς εἴπερ ἠδίκουν παραγενέσθαι, ἢ νῦν ὡς οὐκ ἐχόντων ἡγεμόνας Ῥωμαίους καταδραμεῖν· ἥκειν οὖν ἐπʼ αὐτὸν ἐκδικίας τευξόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi