Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

127 ταῦτα μὲν οὖν οἱ Σαμαρεῖς κατηγόρουν. Ἰουδαῖοι δὲ καὶ τῆς στάσεως καὶ τῆς μάχης αἰτίους γεγονέναι Σαμαρεῖς ἔφασαν, πρὸ πάντων δὲ Κουμανὸν δώροις ὑπʼ αὐτῶν φθαρέντα καὶ παρασιωπήσαντα τὸν τῶν ἀνῃρημένων φόνον.
128 καὶ Κουαδρᾶτος ἀκούσας ὑπερτίθεται τὴν κρίσιν, εἰπὼν ἀποφανεῖσθαι, ἐπειδὰν εἰς τὴν Ἰουδαίαν παραγενόμενος ἀκριβέστερον ἐπιγνῷ τὴν ἀλήθειαν.
129 καὶ οἱ μὲν ἀπῄεσαν ἄπρακτοι. μετʼ οὐ πολὺν δὲ χρόνον ὁ Κουαδρᾶτος ἧκεν εἰς Σαμάρειαν, ἔνθα διακούσας αἰτίους τῆς ταραχῆς ὑπέλαβε γεγονέναι τοὺς Σαμαρεῖς. Σαμαρέων δὲ καὶ Ἰουδαίων οὕστινας νεωτερίσαντας ἔμαθεν ἀνεσταύρωσεν οὓς Κουμανὸς ἔλαβεν αἰχμαλώτους.
130 κἀκεῖθεν εἰς κώμην τινὰ παραγενόμενος Λύδδαν πόλεως τὸ μέγεθος οὐκ ἀποδέουσαν καθίσας ἐπὶ βήματος κἀκ δευτέρου τῶν Σαμαρέων διακούσας διδάσκεται παρά τινος Σαμαρέως, ὅτι τῶν Ἰουδαίων τις πρῶτος ὄνομα Δόητος καί τινες σὺν αὐτῷ νεωτερισταὶ τέσσαρες τὸν ἀριθμὸν πείσειαν τὸν ὄχλον ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει.
131 κἀκείνους μὲν ὁ Κουαδρᾶτος ἀνελεῖν προσέταξεν, τοὺς δὲ περὶ Ἀνανίαν τὸν ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀνέπεμψεν περὶ τῶν πεπραγμένων λόγον ὑφέξοντας Κλαυδίῳ Καίσαρι.
132 κελεύει δὲ καὶ τοῖς τῶν Σαμαρέων πρώτοις καὶ τοῖς Ἰουδαίοις Κουμανῷ τε τῷ ἐπιτρόπῳ καὶ Κέλερι, χιλίαρχος δʼ ἦν οὗτος, ἐπʼ Ἰταλίας ἀπιέναι πρὸς τὸν αὐτοκράτορα κριθησομένους ἐπʼ αὐτοῦ περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων.
133 αὐτὸς δὲ δείσας, μὴ τὸ πλῆθος πάλιν τῶν Ἰουδαίων νεωτερίσειεν, εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν ἀφικνεῖται· καταλαμβάνει δʼ αὐτὴν εἰρηνευομένην καὶ πάτριον ἑορτὴν τῷ θεῷ τελοῦσαν. πιστεύσας οὖν μηδένα νεωτερισμὸν παρʼ αὐτῶν γενήσεσθαι καταλιπὼν ἑορτάζοντας ὑπέστρεψεν εἰς Ἀντιόχειαν.
134 Οἱ περὶ Κουμανὸν δὲ καὶ τοὺς πρώτους τῶν Σαμαρέων ἀναπεμφθέντες εἰς Ῥώμην λαμβάνουσι παρὰ τοῦ αὐτοκράτορος ἡμέραν, καθʼ ἣν περὶ τῶν πρὸς ἀλλήλους ἀμφισβητήσεων λέγειν ἔμελλον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi