Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

arg ὡς Φῆλιξ ἐπίτροπος πεμφθεὶς καὶ καταλαβὼν τὴν χώραν κεκακωμένην ὑπὸ τῶν λῃστῶν προυνοήσατο διαφθείρας αὐτοὺς εἰρήνην ἐν τῇ χώρᾳ καταστῆσαι, τὸν δὲ πρῶτον τῶν λῃστῶν Ἐλεάζαρον ὄνομα δήσας εἰς Ῥώμην ἀνέπεμψεν.
arg ὡς ἐπιδημήσαντος Αἰγυπτίου τινὸς γόητος καὶ πολλῶν Ἰουδαίων ὑπ' αὐτοῦ πλανηθέντων Φῆλιξ ἐπεξελθὼν αὐτοῖς πολλοὺς ἀπέκτεινεν.
arg ὡς στασιάζοντας Ἰουδαίων τοὺς πρώτους ἐν Καισαρείᾳ πρὸς τοὺς Σύρους Φῆλιξ ὁ ἐπίτροπος ἔπαυσεν.
arg ὃν τρόπον Κλαυδίου τελευτήσαντος Νέρων τὴν ἀρχὴν διεδέξατο.
arg ὡς Πορκίου Φήστου πεμφθέντος εἰς Ἰουδαίαν ἐπιτρόπου συνέβη κακωθῆναι τὴν χώραν ὑπὸ τῶν σικαρίων.
arg περὶ τῆς στοᾶς τοῦ ἔσωθεν ἱεροῦ καὶ ὃν τρόπον ὕψωσαν αὐτὴν οἱ Ἰουδαῖοι.
arg ὡς Φῆστος ἀγανακτήσας ἐπὶ τούτῳ τοὺς πρώτους τῶν Ἰουδαίων εἰς Ῥώμην ἔπεμψεν πρὸς Νέρωνα πείσοντας αὐτὸν περὶ τῶν πεπραγμένων.
arg ὡς τελευτήσαντος Φήστου ἐν τῇ Ἰουδαίᾳ Ἀλβῖνος ἦλθεν διάδοχος.
arg ὡς ἐπὶ τούτου ἐπαύσαντο οἱ σικάριοι τὴν χώραν κακοποιεῖν.
arg ὡς Φλῶρος ἐλθὼν Ἀλβίνῳ διάδοχος τοσαῦτα διέθηκε τοὺς Ἰουδαίους κακά, ὡς ἀναγκάσαι αὐτοὺς ἐφ' ὅπλα χωρῆσαι.
arg περὶ Ἰωσήπου καὶ γένους αὐτοῦ καὶ πολιτείας.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν κϛ.
1 Τελευτήσαντος δὲ τοῦ βασιλέως Ἀγρίππα, καθὼς ἐν τῇ πρὸ ταύτης ἀπηγγέλκαμεν βίβλῳ, πέμπει Μάρσῳ διάδοχον Κλαύδιος Καῖσαρ Κάσσιον Λογγῖνον, μνήμῃ τῇ τοῦ βασιλέως τοῦτο χαριζόμενος, πολλὰ διὰ γραμμάτων ὑπʼ αὐτοῦ περιόντος ἀξιωθεὶς μηκέτι Μάρσον τῶν κατὰ τὴν Συρίαν πραγμάτων προΐστασθαι.
2 Φᾶδος δὲ ὡς εἰς τὴν Ἰουδαίαν ἐπίτροπος ἀφίκετο, καταλαμβάνει στασιάσαντας τοὺς τὴν Περαίαν κατοικοῦντας Ἰουδαίους πρὸς Φιλαδελφηνοὺς περὶ ὅρων κώμης μιᾶς λεγομένης πολεμίων ἀνδρῶν ἀνάπλεω· καὶ δὴ οἱ τῆς Περαίας χωρὶς γνώμης τῆς τῶν πρώτων παρʼ αὐτοῖς ἀναλαβόντες τὰ ὅπλα πολλοὺς τῶν Φιλαδελφηνῶν διαφθείρουσιν.
3 ταῦτα πυθόμενον τὸν Φᾶδον σφόδρα παρώξυνεν, ὅτι μὴ τὴν κρίσιν αὐτῷ παραλίποιεν, εἴπερ ὑπὸ τῶν Φιλαδελφηνῶν ἐνόμιζον ἀδικεῖσθαι, ἀλλʼ ἐφʼ ὅπλα χωρήσειαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi