Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

159 καὶ τὸν Ἀγρίππαν δὲ δωρεῖται μοίρᾳ τινὶ τῆς Γαλιλαίας ὁ Καῖσαρ Τιβεριάδα καὶ Ταριχέας ὑπακούειν αὐτῷ κελεύσας, δίδωσι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας καὶ κώμας τὰς περὶ αὐτὴν δεκατέσσαρας.
160 Τὰ δὲ κατὰ τὴν Ἰουδαίαν πράγματα πρὸς τὸ χεῖρον ἀεὶ τὴν ἐπίδοσιν ἐλάμβανεν· λῃστηρίων γὰρ ἡ χώρα πάλιν ἀνεπλήσθη καὶ γοήτων ἀνθρώπων, οἳ τὸν ὄχλον ἠπάτων.
161 ἀλλὰ τούτους μὲν ὁ Φῆλιξ πολλοὺς καθʼ ἑκάστην ἡμέραν σὺν τοῖς λῃσταῖς λαμβάνων ἀνῄρει, καὶ Ἐλεάζαρον δὲ τὸν Διναίου παῖδα τὸν συστησάμενον τῶν λῃστῶν τὸ σύνταγμα διʼ ἐνέδρας εἷλεν ζῶντα· πίστιν γὰρ αὐτῷ προτείνας ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν πείθει πρὸς αὐτὸν ἀφικέσθαι καὶ δήσας ἀνέπεμψεν εἰς Ῥώμην.
162 ἔχων δὲ καὶ ἀπεχθῶς πρὸς τὸν ἀρχιερέα Ἰωνάθην ὁ Φῆλιξ διὰ τὸ πολλάκις ὑπʼ αὐτοῦ νουθετεῖσθαι περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν πραγμάτων, μὴ καὶ μέμψιν αὐτὸς ὀφλοίη παρὰ τοῖς πλήθεσιν αἰτησάμενος ἐκεῖνον παρὰ τοῦ Καίσαρος πεμφθῆναι τῆς Ἰουδαίας ἐπίτροπον, πρόφασιν ἐπενόει διʼ ἧς μεταστήσεται τὸν συνεχῶς ὀχληρὸν αὐτῷ γινόμενον· βαρὺ γὰρ τοῖς ἀδικεῖν θέλουσιν τὸ συνεχῶς νουθετοῦν.
163 καὶ δὴ διὰ τοιαύτης αἰτίας ὁ Φῆλιξ τὸν πιστότατον τῶν Ἰωνάθου φίλων Ἱεροσολυμίτην τὸ γένος Δωρᾶν ὀνόματι πείθει πολλὰ χρήματα δώσειν ὑπισχνούμενος ἐπαγαγεῖν τῷ Ἰωνάθῃ τοὺς λῃστὰς ἀναιρήσοντας, κἀκεῖνος ὑπακούσας ἐμηχανήσατο διὰ τῶν λῃστῶν πραχθῆναι τοιούτῳ τρόπῳ τὸν φόνον·
164 ἀνέβησάν τινες αὐτῶν εἰς τὴν πόλιν ὡς προσκυνήσοντες τὸν θεὸν ὑπὸ τὰς ἐσθῆτας ἔχοντες ξιφίδια καὶ συναναμιγέντες τῷ Ἰωνάθῃ κτείνουσιν αὐτόν.
165 ἀνεκδικήτου δὲ τούτου τοῦ φόνου μεμενηκότος μετὰ πάσης τὸ λοιπὸν ἀδείας ἀναβαίνοντες ἐν ταῖς ἑορταῖς οἱ λῃσταὶ καὶ τὸν σίδηρον ὁμοίως κεκρυμμένον ἔχοντες συναναμιγνύμενοι τοῖς πλήθεσιν ἀνῄρουν μέν τινας ἑαυτῶν ἐχθρούς, οὓς δʼ ἐπὶ χρήμασιν ἄλλοις ὑπηρετοῦντες, οὐ μόνον κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ κατὰ τὸ ἱερὸν ἐνίους· καὶ γὰρ ἐκεῖ σφάττειν ἐτόλμων, οὐδʼ ἐν τούτῳ δοκοῦντες ἀσεβεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi