Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

208 Πάλιν δʼ οἱ σικάριοι κατὰ τὴν ἑορτήν, ἐνειστήκει γὰρ αὕτη, διὰ νυκτὸς εἰς τὴν πόλιν παρελθόντες συλλαμβάνουσι ζῶντα τὸν γραμματέα τοῦ στρατηγοῦντος Ἐλεαζάρου, παῖς δʼ ἦν οὗτος Ἀνανίου τοῦ ἀρχιερέως, καὶ δήσαντες ἐξήγαγον.
209 εἶτα πέμψαντες πρὸς τὸν Ἀνανίαν ἀπολύσειν ἔφασαν τὸν γραμματέα πρὸς αὐτόν, εἰ πείσειεν τὸν Ἀλβῖνον δέκα δεσμώτας τοὺς ἐξ αὐτῶν ληφθέντας ἀπολῦσαι. καὶ ὁ Ἀνανίας διὰ τὴν ἀνάγκην πείσας τὸν Ἀλβῖνον τῆς ἀξιώσεως ἐπέτυχεν.
210 τοῦτο μειζόνων κακῶν ἦρξεν· οἱ γὰρ λῃσταὶ παντοίως ἐπεμηχανῶντο τῶν Ἀνανίου τινὰς συλλαμβάνειν οἰκείων καὶ συνεχῶς ζωγροῦντες οὐκ ἀπέλυον πρὶν ἤ τινας τῶν σικαρίων ἀπολάβοιεν γενόμενοί τε πάλιν ἀριθμὸς οὐκ ὀλίγος ἀναθαρρήσαντες τὴν χώραν ἅπασαν ἐκάκουν.
211 Κατὰ τοῦτον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἀγρίππας μείζονα τὴν Φιλίππου καλουμένην Καισάρειαν κατασκευάσας εἰς τιμὴν τοῦ Νέρωνος Νερωνιάδα προσηγόρευσεν, καὶ Βηρυτίοις δὲ θέατρον ἀπὸ πολλῶν χρημάτων κατεσκευασμένον ταῖς κατʼ ἔτος θέαις ἐδωρεῖτο πολλὰς εἰς τοῦτο μυριάδας ἀναλίσκων·
212 σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν. μῖσος οὖν αὐτῷ παρὰ τῶν ὑπηκόων ηὔξετο διὰ τὸ περιαιρούμενον τὰ ἐκείνων εἰς ξένην πόλιν κοσμεῖν.
213 λαμβάνει δὲ καὶ Ἰησοῦς ὁ τοῦ Γαμαλιήλου τὴν διαδοχὴν τῆς ἀρχιερωσύνης παρὰ τοῦ βασιλέως Ἰησοῦν ἀφελομένου τὸν τοῦ Δαμναίου, καὶ διὰ τοῦτο στάσις αὐτῶν πρὸς ἀλλήλους ἐγένετο· σύστημα γὰρ τῶν θρασυτάτων ποιησάμενοι πολλάκις μέχρι λίθων βολῆς ἀπὸ τῶν βλασφημιῶν ἐξέπιπτον. ὑπερεῖχεν δὲ Ἀνανίας τῷ πλούτῳ προσαγόμενος τοὺς λαμβάνειν ἑτοίμους.
214 Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθʼ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi