Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

28 ἡ μὲν ταῦτʼ εἶπεν ἐπὶ πείρᾳ τοῦ τί φρονοῖεν οἱ συγκληθέντες· οἱ δὲ ἀκούσαντες πρῶτον μὲν προσεκύνησαν τὴν βασιλίδα, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἶτʼ ἔφασαν τὴν τοῦ βασιλέως γνώμην βεβαιοῦν καὶ ὑπακούσεσθαι χαίροντες Ἰζάτῃ δικαίως ὑπὸ τοῦ πατρὸς προκριθέντι τῶν ἀδελφῶν κατὰ τὰς εὐχὰς τὰς ἁπάντων.
29 βούλεσθαί τʼ ἔφασαν προαποκτεῖναι πρῶτον αὐτοῦ τοὺς ἀδελφοὺς καὶ συγγενεῖς ὑπὲρ τοῦ τὴν ἀρχὴν Ἰζάτην μετʼ ἀσφαλείας κατασχεῖν· φθαρέντων γὰρ ἐκείνων καθαιρεθήσεσθαι πάντα τὸν φόβον τὸν ὑπὸ μίσους τοῦ παρʼ αὐτῶν καὶ φθόνου γινόμενον.
30 πρὸς ταῦτα ἡ Ἑλένη χάριν μὲν αὐτοῖς ὡμολόγει τῆς πρὸς αὐτὴν καὶ τὸν Ἰζάτην εὐνοίας ἔχειν, παρεκάλει δʼ ὅμως ἐπισχεῖν τὴν περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν γνώμην μέχρι ἂν Ἰζάτης παραγενόμενος συνδοκιμάσῃ.
31 οἱ δʼ ἐπεὶ ἀνελεῖν συμβουλεύσαντες οὐκ ἔπεισαν, ἀλλὰ φυλάσσειν αὐτοὺς δεσμίους παρῄνουν μέχρι τῆς ἐκείνου παρουσίας ὑπὲρ ἀσφαλείας τῆς ἑαυτῶν. συνεβούλευον δʼ αὐτῇ μεταξὺ προστήσασθαί τινα τῆς ἀρχῆς ἐπίτροπον, ᾧ μάλιστα πιστεύει.
32 πείθεται τούτοις ἡ Ἑλένη, καὶ καθίστησι τὸν πρεσβύτατον παῖδα Μονόβαζον βασιλέα περιθεῖσα τὸ διάδημα καὶ δοῦσα τὸν σημαντῆρα τοῦ πατρὸς δακτύλιον τήν τε σαμψηρὰν ὀνομαζομένην παρʼ αὐτοῖς, διοικεῖν τε τὴν βασιλείαν παρῄνεσεν μέχρι τῆς τοῦ ἀδελφοῦ παρουσίας.
33 ἧκε δʼ οὗτος ταχέως ἀκούσας τὴν τοῦ πατρὸς τελευτὴν καὶ διαδέχεται τὸν ἀδελφὸν Μονόβαζον ὑπεκστάντος τῆς ἀρχῆς αὐτῷ.
34 Καθʼ ὃν δὲ χρόνον ὁ Ἰζάτης ἐν τῷ Σπασίνου χάρακι διέτριβεν Ἰουδαῖός τις ἔμπορος Ἀνανίας ὄνομα πρὸς τὰς γυναῖκας εἰσιὼν τοῦ βασιλέως ἐδίδασκεν αὐτὰς τὸν θεὸν σέβειν, ὡς Ἰουδαίοις πάτριον ἦν,
35 καὶ δὴ διʼ αὐτῶν εἰς γνῶσιν ἀφικόμενος τῷ Ἰζάτῃ κἀκεῖνον ὁμοίως συνανέπεισεν μετακληθέντι τε ὑπὸ τοῦ πατρὸς εἰς τὴν Ἀδιαβηνὴν συνεξῆλθεν κατὰ πολλὴν ὑπακούσας δέησιν· συνεβεβήκει δὲ καὶ τὴν Ἑλένην ὁμοίως ὑφʼ ἑτέρου τινὸς Ἰουδαίου διδαχθεῖσαν εἰς τοὺς ἐκείνων μετακεκομίσθαι νόμους.
36 ὁ δʼ Ἰζάτης ὡς παρέλαβεν τὴν βασιλείαν, ἀφικόμενος εἰς τὴν Ἀδιαβηνὴν καὶ θεασάμενος τούς τε ἀδελφοὺς καὶ τοὺς ἄλλους συγγενεῖς δεδεμένους ἐδυσχέρανεν τῷ γεγονότι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi