Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

55 νίκην καλλίστην καὶ καιριωτάτην νικῶσιν ἡμῶν οἱ πρόγονοι· καὶ γὰρ τῶν ἐπιστρατευσάντων ἐκράτησαν καὶ τοὺς περιοίκους ἐφόβησαν, μεγάλων τε καὶ λαμπρῶν ἐκ τοῦ πονεῖν ἐπέτυχον ἀγαθῶν ἑλόντες τὸ στρατόπεδον τῶν πολεμίων, πλούτους τε μεγάλους δημοσίᾳ καὶ κατʼ ἰδίαν ἔσχον οὐδὲ τῆς ἀναγκαίου τροφῆς πρότερον εὐποροῦντες.
56 ὑπῆρξε δʼ αὐτοῖς οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν αὖθις αἰῶνα τῶν ἀγαθῶν αἰτία κατορθωθεῖσα ἡ προειρημένη μάχη· οὐ γὰρ τὰ σώματα μόνον τῶν ἐπιστρατευσάντων ἐδούλωσαν ἀλλὰ καὶ τὰ φρονήματα, καὶ τοῖς περιοίκοις ἅπασι μετὰ τὴν ἐκείνων ἧτταν ἐγένοντο φοβεροί, αὐτοί τε πλούτου μεγάλου δύναμιν προσέλαβον·
57 πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι.
58 φρονήματός τε ὑπεπλήσθησαν ἐπʼ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι. καὶ ταύτης μὲν τῆς μάχης τοῦτο τὸ πέρας.
59 Τῇ δʼ ὑστεραίᾳ Μωυσῆς νεκρούς τε ἐσκύλευε τῶν πολεμίων καὶ τὰς παντευχίας τῶν φυγόντων συνέλεγεν ἀριστεῦσί τε τιμὰς ἐδίδου καὶ τὸν στρατηγὸν Ἰησοῦν ἐνεκωμίαζε μαρτυρούμενον ἐφʼ οἷς ἔπραξεν ὑπὸ παντὸς τοῦ στρατοῦ. ἀπέθανεν δὲ Ἑβραίων μὲν οὐδείς, τῶν δὲ πολεμίων ὅσους οὐδʼ ἀριθμῷ γνῶναι δυνατὸν ἦν.
60 θύσας δὲ χαριστήρια βωμὸν ἱδρύεται νικαῖον ὀνομάσας τὸν θεὸν προεφήτευέ τε πανωλεθρὶ τοὺς Ἀμαληκίτας ἀπολουμένους καὶ μηδένα αὐτῶν ὑπολειφθησόμενον εἰς αὖθις διὰ τὸ Ἑβραίοις ἐπιστρατεύσασθαι καὶ ταῦτα ἐν ἐρήμῳ τε γῇ καὶ ταλαιπωρουμένοις, τόν τε στρατὸν εὐωχίαις ἀνελάμβανε.
61 καὶ ταύτην μὲν τὴν μάχην πρώτην μαχεσάμενοι πρὸς τοὺς κατατολμήσαντας αὐτῶν μετὰ τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον οὕτως ἐπολέμησαν, ἐπεὶ δὲ τὴν τῶν ἐπινικίων ἑορτὴν ἤγαγον, ὁ Μωυσῆς ἀναπαύσας ἐπʼ ὀλίγας ἡμέρας τοὺς Ἑβραίους μετὰ τὴν μάχην προῆγε συντεταγμένους·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi