Kitap 3
142
ἐπὶ ταύτης, ἐτίθετο γὰρ ἐν τῷ ναῷ τετραμμένη πρὸς ἄρκτον οὐ πόρρω τοῦ μυχοῦ, διετίθεσαν ἄρτους τε δώδεκα ἀζύμους κατὰ ἓξ ἐπαλλήλους καθαροῦ πάνυ τοῦ ἀλεύρου ἐκ δύο ἀσσάρων, ὃ μέτρον Ἑβραίων ἑπτὰ κοτύλας Ἀττικὰς ἔχει.
143
ὑπὲρ δὲ τῶν ἄρτων ἐτίθεντο φιάλαι δύο χρύσεαι λιβάνου πλήρεις, μετὰ δὲ ἡμέρας ἑπτὰ πάλιν ἄλλοι ἐκομίζοντο ἄρτοι ἐν τῷ καλουμένῳ ὑφʼ ἡμῶν Σαββάτῳ· τὴν γὰρ ἑβδόμην ἡμέραν Σάββατα καλοῦμεν· τὴν δʼ αἰτίαν ἐξ ἧς ταῦτα ἐπενοήθησαν ἐν ἑτέροις ἐροῦμεν.
144
Κατὰ πρόσωπον δὲ τῆς τραπέζης τῷ πρὸς μεσημβρίαν τετραμμένῳ τοίχῳ πλησίον ἵσταται λυχνία ἐκ χρυσοῦ κεχωνευμένη διάκενος σταθμὸν ἔχουσα μνᾶς ἑκατόν· Ἑβραῖοι μὲν καλοῦσι κίγχαρες, εἰς δὲ τὴν Ἑλληνικὴν μεταβαλλόμενον γλῶτταν σημαίνει τάλαντον.
145
πεποίηται δὲ σφαιρία καὶ κρίνα σὺν ῥοΐσκοις καὶ κρατηριδίοις, ἑβδομήκοντα δʼ ἦν τὰ πάντα, ἐξ ὧν ἀπὸ μιᾶς βάσεως συνετέθη πρὸς ὕψος, ποιήσαντος αὐτὴν συγκειμένην εἰς μοίρας εἰς ὅσας τοὺς πλανήτας καὶ τὸν ἥλιον κατανέμουσιν.
146
ἀπαρτίζεται δὲ εἰς ἑπτὰ κεφαλὰς καταλλήλας ἐν στίχῳ διακειμένας. λύχνοι δʼ ἐπιφέρονται αὐταῖς ἑπτὰ κατὰ μίαν τῶν πλανητῶν τὸν ἀριθμὸν μεμιμημένοι, ὁρῶσι δὲ εἴς τε τὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν λοξῶς αὐτῆς κειμένης.
147
Μεταξὺ δὲ αὐτῆς καὶ τῆς τραπέζης ἔνδον, ὡς προεῖπον, θυμιατήριον ξύλινον μέν, ἐξ οὗ καὶ τὰ πρότερα ἦν σκεύη μὴ σηπόμενα, στερεὰ δὲ περιελήλατʼ αὐτῷ λεπίς, πηχυαῖον μὲν κατὰ πλευρὰν ἑκάστην τὸ πλάτος ὕψος δὲ διπλάσιον.
148
ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δʼ ἐκπεριοδεύοντα χρύσεον, ᾗ καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο.
149
ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής· ἐξεδέχετο γὰρ ἡ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης.