Kitap 3
189
μαρτυρούντων δʼ ἐφʼ ἅπασιν αὐτῷ καὶ τὸ περὶ αὐτὸν πρόθυμον ἐνδεικνυμένων, ἄνδρες, εἶπεν, Ἰσραηλῖται, τὸ μὲν ἔργον ἤδη τέλος ἔχει οἷον αὐτῷ τε τῷ θεῷ ἥδιστον ἦν καὶ δυνατὸν ἡμῖν, ἐπεὶ δὲ δεῖ τοῦτον τῇ σκηνῇ καταδέχεσθαι, δεῖ πρῶτον ἡμῖν τοῦ ἱερατευσομένου καὶ ὑπηρετήσοντος ταῖς θυσίαις καὶ ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς.
190
καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα· νῦν δʼ αὐτὸς ὁ θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς,
191
ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρʼ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο γινομένας προσδέχεται ταύτας.
192
Ἑβραῖοι δὲ ἠρέσκοντο τοῖς λεγομένοις καὶ συνῄνουν τῇ τοῦ θεοῦ χειροτονίᾳ· ἦν γὰρ Ἀαρὼν διά τε τὸ γένος καὶ τὴν προφητείαν καὶ τὴν ἀρετὴν τἀδελφοῦ πρὸς τιμὴν ἁπάντων ἀξιολογώτερος. ἦσαν δʼ αὐτῷ καὶ παῖδες κατʼ ἐκεῖνον τὸν χρόνον τέσσαρες Νάβαδος Ἀβιοῦς Ἐλεάζαρος Ἰθάμαρος.
193
Ὅσα δὲ τῶν πρὸς τὴν τῆς σκηνῆς κατασκευὴν παρεσκευασμένων ἦν περιττὰ ταῦτʼ ἐκέλευσεν εἰς φάρση σκεπαστήρια τῆς τε σκηνῆς αὐτῆς καὶ τῆς λυχνίας καὶ τοῦ θυμιατηρίου καὶ τῶν ἄλλων σκευῶν ἀναλῶσαι, ὅπως κατὰ τὴν ὁδοιπορίαν ταῦτα μήτʼ ἐξ ὑετοῦ μηδὲν μήτʼ ἐκ κονιορτοῦ βλάπτηται.
194
τό τε πλῆθος ἀθροίσας πάλιν εἰσφορὰν αὐτῷ προσέταξεν εἰσφέρειν σίκλου τὸ ἥμισυ καθʼ ἕκαστον,
195
ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ὢν Ἀττικὰς δέχεται δραχμὰς τέσσαρας·
196
οἱ δʼ ἑτοίμως ὑπήκουον οἷς ἐκέλευσε Μωυσῆς καὶ τὸ πλῆθος τῶν εἰσφερόντων ἦν ἑξήκοντα μυριάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. ἔφερον δὲ τὸ ἀργύριον τῶν ἐλευθέρων οἱ ἀπὸ εἴκοσι ἐτῶν ἄχρι πεντήκοντα γεγονότες. τὸ δὲ συγκομισθὲν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας ἀναλοῦτο.