Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

223 οὓς κρείττονας ἢ κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτʼ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτʼ ἐν πολέμῳ κατʼ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. ἀλλὰ περὶ μὲν τούτων παύομαι λέγων γραφὴν ἑτέραν ἠξιωκὼς συνθεῖναι περὶ τῶν νόμων.
224 Νυνὶ δʼ ὀλίγων τινῶν ἐπιμνησθήσομαι τῶν ἐφʼ ἁγνείαις καὶ ἱερουργίαις κειμένων· καὶ γὰρ τὸν λόγον μοι περὶ τῶν θυσιῶν ἐνεστάναι συμβέβηκε. δύο μὲν γάρ εἰσιν ἱερουργίαι, τούτων δʼ ἡ μὲν ὑπὸ τῶν ἰδιωτῶν ἑτέρα δʼ ὑπὸ τοῦ δήμου συντελούμεναι κατὰ δύο γίνονται τρόπους·
225 τῆς μὲν ὁλοκαυτεῖται πᾶν τὸ θυόμενον καὶ διὰ τοῦτο καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαβεν, ἡ δὲ χαριστήριός τέ ἐστι καὶ κατʼ εὐωχίαν δρᾶται τῶν τεθυκότων· ἐρῶ δὲ περὶ τῆς προτέρας.
226 ἀνὴρ ἰδιώτης ὁλοκαυτῶν θύει μὲν βοῦν καὶ ἀρνίον καὶ ἔριφον· ταῦτα μὲν ἐπέτεια, τοὺς δὲ βοῦς ἐφεῖται θύειν καὶ προήκοντας· ἄρρενα δὲ ὁλοκαυτεῖται τὰ πάντα. σφαγέντων δὲ τούτων τὸν κύκλον τῷ αἵματι δεύουσι τοῦ βωμοῦ οἱ ἱερεῖς,
227 εἶτα καθαρὰ ποιήσαντες διαμελίζουσι καὶ πάσαντες ἁλσὶν ἐπὶ τὸν βωμὸν ἀνατιθέασι σχιζῶν ἤδη πεπληρωμένον καὶ πυρὸς φλεγομένου. τοὺς δὲ πόδας τῶν ἱερείων καὶ τὰ κατὰ νηδὺν ἐκκαθάραντες ἀκριβῶς τοῖς ἄλλοις καθαγνισθησόμενα προσεπιφέρουσι, τὰς δορὰς τῶν ἱερέων λαμβανόντων. καὶ ὁ μὲν τῆς ὁλοκαυτώσεως τρόπος ἐστὶν οὗτος.
228 Τὰς δὲ χαριστηρίους θυσίας ἐπιτελοῦντες τὰ αὐτὰ μὲν ζῷα θύουσιν, ὁλόκληρα δὲ ταῦτα καὶ τῶν ἐπετείων πρεσβύτερα, ἄρρενα μέντοι θήλεσι συνδυαζόμενα. θύσαντες δὲ ταῦτα φοινίσσουσι μὲν αἵματι τὸν βωμόν, τοὺς δὲ νεφροὺς καὶ τὸν ἐπίπλουν καὶ πάντα τὰ πιμελῆ σὺν τῷ λοβῷ τοῦ ἥπατος καὶ σὺν αὐτοῖς τὴν οὐρὰν τοῦ ἀρνὸς ἐπιφέρουσι τῷ βωμῷ.
229 τὸ δὲ στῆθος καὶ τὴν κνήμην τὴν δεξιὰν τοῖς ἱερεῦσι παρασχόντες ἐπὶ δύο ἡμέρας εὐωχοῦνται τοῖς καταλειπομένοις τῶν κρεῶν, ἃ δʼ ἂν περισσεύσῃ κατακαίουσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi