Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

245 ὅταν πατρίδων ἐπιτύχοιεν, παραγινομένους εἰς ἐκείνην τὴν πόλιν, ἣν διὰ τὸν ναὸν μητρόπολιν ἕξουσιν, ἐφʼ ἡμέρας ὀκτὼ ἑορτὴν ἄγοντας ὁλοκαυτεῖν τε καὶ θύειν τῷ θεῷ τότε χαριστήρια, φέροντας ἐν ταῖς χερσὶν εἰρεσιώνην μυρσίνης καὶ ἰτέας σὺν κράδῃ φοίνικος πεποιημένην τοῦ μήλου τοῦ τῆς περσέας προσόντος.
246 εἶναι δὲ τῇ πρώτῃ τῶν ἡμερῶν τὴν τῆς ὁλοκαυτώσεως θυσίαν ἐκ τριῶν καὶ δέκα βοῶν καὶ ἀρνῶν ἑνὶ πλειόνων καὶ κριῶν δύο κατὰ παραίτησιν ἁμαρτιῶν ἐρίφου προστιθεμένου. ταῖς δʼ ἑξῆς ἡμέραις ὁ μὲν αὐτὸς ἀριθμὸς τῶν ἀρνῶν καὶ τῶν κριῶν σὺν τῷ ἐρίφῳ θύεται, ὑφαιροῦντες δὲ ἑκάστης ἡμέρας ἕνα τῶν βοῶν εἰς ἑπτὰ καταντῶσιν.
247 ἀνίενται δὲ ἀπὸ παντὸς ἔργου κατὰ τὴν ὀγδόην ἡμέραν καὶ τῷ θεῷ, καθάπερ εἰρήκαμεν, μόσχον τε θύομεν καὶ κριὸν καὶ ἄρνας ἑπτά, ὑπὲρ δὲ ἁμαρτημάτων παραιτήσεως ἔριφον. καὶ ταῦτα μὲν Ἑβραίοις τὰς σκηνὰς πηγνύουσιν ἐπιτελεῖν ἐστι πάτριον.
248 Τῷ δὲ μηνὶ τῷ Ξανθικῷ, ὃς Νισὰν παρʼ ἡμῖν καλεῖται καὶ τοῦ ἔτους ἐστὶν ἀρχή, τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην ἐν κριῷ τοῦ ἡλίου καθεστῶτος, τούτῳ γὰρ τῷ μηνὶ τῆς ὑπʼ Αἰγυπτίους δουλείας ἠλευθερώθημεν, καὶ τὴν θυσίαν, ἣν τότʼ ἐξιόντας ἀπʼ Αἰγύπτου θῦσαι προεῖπον ἡμᾶς πάσχα λεγομένην, διʼ ἔτους ἑκάστου θύειν ἐνόμισεν, καὶ δὴ τελοῦμεν αὐτὴν κατὰ φατρίας μηδενὸς τῶν τεθυμένων εἰς τὴν ἐπιοῦσαν τηρουμένου.
249 πέμπτῃ δὲ καὶ δεκάτῃ διαδέχεται τὴν πάσχα ἡ τῶν ἀζύμων ἑορτὴ ἑπτὰ ἡμέρας οὖσα, καθʼ ἣν ἀζύμοις τρέφονται καὶ καθʼ ἑκάστην ἡμέραν ταῦροι σφάζονται δύο καὶ κριὸς μὲν εἷς ἑπτὰ δὲ ἄρνες. καὶ ταῦτα μὲν ὁλοκαυτεῖται προστιθεμένου τοῖς πᾶσι καὶ ἐρίφου ὑπὲρ ἁμαρτάδων εἰς εὐωχίαν κατὰ ἡμέραν ἑκάστην τοῖς ἱερεῦσιν.
250 τῇ δὲ δευτέρᾳ τῶν ἀζύμων ἡμέρᾳ, ἕκτη δʼ ἐστὶν αὕτη καὶ δεκάτη, τῶν καρπῶν οὓς ἐθέρισαν, οὐ γὰρ ἥψαντο πρότερον αὐτῶν, μεταλαμβάνουσι καὶ τὸν θεὸν ἡγούμενοι τιμᾶν δίκαιον εἶναι πρῶτον, παρʼ οὗ τῆς εὐπορίας τούτων ἔτυχον, τὰς ἀπαρχὰς αὐτῷ τῆς κριθῆς ἐπιφέρουσι τρόπον τοιοῦτον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi