Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

310 καὶ οἱ μὲν ταῦτα λέγοντες ἐπεχείρουν τὴν ὀργὴν καταπραΰνειν τοῦ πλήθους, Μωυσῆς δὲ καὶ Ἀαρὼν πεσόντες ἐπὶ τὴν γῆν τὸν θεὸν ἱκέτευον οὐχ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἀλλʼ ὅπως τῆς ἀμαθίας παύσῃ τὸ πλῆθος καὶ καταστήσῃ τὴν διάνοιαν αὐτῶν ὑπὸ τῆς ἀμηχανίας τοῦ παραστάντος αὐτοῖς πάθους τεταραγμένην, παρῆν δʼ ἡ νεφέλη καὶ στᾶσα ὑπὲρ τὴν σκηνὴν ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ.
311 Μωυσῆς δὲ θαρρήσας πάρεισιν εἰς τὸ πλῆθος καὶ τὸν θεὸν ἐδήλου κινηθέντα ὑπὸ τῆς ὕβρεως αὑτῷ λήψεσθαι τιμωρίαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, οἵαν δὲ οἱ πατέρες ἐπὶ νουθεσίᾳ τοῖς τέκνοις ἐπιφέρουσι.
312 παρελθόντι γὰρ εἰς τὴν σκηνὴν αὐτῷ καὶ περὶ τῆς μελλούσης ὑπʼ αὐτῶν ἀπωλείας ἀποκλαιομένῳ τὸν θεὸν ὑπομνῆσαι μέν, ὅσα παθόντες ἐξ αὐτοῦ καὶ πηλίκων εὐεργεσιῶν μεταλαβόντες ἀχάριστοι πρὸς αὐτὸν γένοιντο, ὅτι τε τῇ νῦν τῶν κατασκόπων ὑπαχθέντες δειλίᾳ τοὺς ἐκείνων λόγους ἀληθεστέρους τῆς ὑποσχέσεως ἡγήσαντο τῆς αὐτοῦ.
313 καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἀπολεῖ μὲν ἅπαντας οὐδʼ ἐξαφανίσει τὸ γένος αὐτῶν, ὃ πάντων μᾶλλον ἀνθρώπων ἔσχε διὰ τιμῆς, τὴν μέντοι Χαναναίαν οὐ παρέξειν γῆν αὐτοῖς λαβεῖν οὐδὲ τὴν ἀπʼ αὐτῆς εὐδαιμονίαν,
314 ἀνεστίους δὲ ποιήσειν καὶ ἀπόλιδας ἐπὶ τῆς ἐρημίας ἐπʼ ἔτη τεσσαράκοντα καταβιῶναι τῆς παρανομίας ποινὴν ταύτην ἐκτίνοντας· παισὶ μέντοι τοῖς ὑμετέροις παραδώσειν τὴν γῆν ὑπέσχετο κἀκείνους τῶν ἀγαθῶν, ὧν ἑαυτοῖς ὑπὸ ἀκρασίας ἐφθονήσατε μετασχεῖν, ποιήσειν δεσπότας.
315 Ταῦτα δὲ Μωυσέος κατὰ τὴν τοῦ θεοῦ γνώμην διαλεχθέντος ἐν λύπῃ καὶ συμφορᾷ τὸ πλῆθος ἐγένετο, καὶ τὸν Μωυσῆν παρεκάλει καταλλάκτην αὐτῶν γενέσθαι πρὸς τὸν θεὸν καὶ τῆς ἄλης τῆς κατὰ τὴν ἐρημίαν ἀπαλλάξαντα πόλεις αὐτοῖς παρασχεῖν. ὁ δʼ οὐκ ἔφασκε τὸν θεὸν τοιαύτην πεῖραν προσήσεσθαι, μὴ γὰρ κατὰ κουφότητα προαχθῆναι τὸν θεὸν ἀνθρωπίνην εἰς τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς ἀλλὰ γνώμῃ καταψηφισάμενον αὐτῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi