Kitap 3
322
ὥστʼ οὐ δεῖ θαυμάζειν περὶ τῶν τότε πεπραγμένων, ὁπότε καὶ μέχρι τοῦ νῦν τὰ καταλειφθέντα ὑπὸ Μωυσέος γράμματα τηλικαύτην ἰσχὺν ἔχει, ὥστε καὶ τοὺς μισοῦντας ἡμᾶς ὁμολογεῖν, ὅτι καὶ τὴν πολιτείαν ἡμῖν ὁ καταστησάμενός ἐστι θεὸς διὰ Μωυσέος καὶ τῆς ἀρετῆς τῆς ἐκείνου. ἀλλὰ περὶ μὲν τούτων ὡς αὐτῷ τινι δοκεῖ διαλήψεται.