Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

49 ὁ δὲ τῆς πληθύος ἀποκρίνας πᾶν τὸ μάχιμον Ἰησοῦν ἐφίστησιν αὐτῷ Ναυήκου μὲν υἱὸν φυλῆς τῆς Ἐφραιμίτιδος, ἀνδρειότατον δὲ καὶ πόνους ὑποστῆναι γενναῖον καὶ νοῆσαί τε καὶ εἰπεῖν ἱκανώτατον καὶ θρησκεύοντα τὸν θεὸν ἐκπρεπῶς καὶ Μωυσῆν διδάσκαλον τῆς πρὸς αὐτὸν εὐσεβείας πεποιημένον τιμώμενόν τε παρὰ τοῖς Ἑβραίοις.
50 βραχὺ δέ τι περὶ τὸ ὕδωρ ἔταξε τῶν ὁπλιτῶν ἐπὶ φυλακῇ παίδων καὶ γυναικῶν τοῦ τε παντὸς στρατοπέδου. καὶ νύκτα μὲν πᾶσαν ἐν παρασκευαῖς ἦσαν τῶν τε ὅπλων εἴ τι πεπονηκὸς ἦν ἀναλαμβάνοντες καὶ τοῖς στρατηγοῖς προσέχοντες, ὡς ὁρμήσοντες ἐπὶ τὴν μάχην ὁπότε κελεύσειεν αὐτοὺς Μωυσῆς. διηγρύπνει δὲ καὶ Μωυσῆς ἀναδιδάσκων τὸν Ἰησοῦν ὃν τρόπον ἐκτάξειε τὸ στρατόπεδον.
51 ἠργμένης δὲ ὑποφαίνειν τῆς ἡμέρας αὖθις τόν τε Ἰησοῦν παρεκάλει μηδὲν χείρονα φανῆναι κατὰ τὸ ἔργον τῆς οὔσης περὶ αὐτὸν ἐλπίδος δόξαν τε διὰ τῆς παρούσης κτήσασθαι στρατηγίας παρὰ τοῖς ἀρχομένοις ἐπὶ τοῖς γεγενημένοις, τῶν τε Ἑβραίων τοὺς ἀξιολογωτάτους ἰδίᾳ παρεκάλει καὶ σύμπαν ἤδη τὸ πλῆθος ὡπλισμένον παρώρμα.
52 καὶ ὁ μὲν οὕτως παραστησάμενος τὸν στρατὸν τοῖς τε λόγοις καὶ τῇ διὰ τῶν ἔργων παρασκευῇ ἀνεχώρει πρὸς τὸ ὄρος θεῷ τε καὶ Ἰησοῦ παραδιδοὺς τὸ στράτευμα.
53 Προσέμισγον δὲ οἱ πολέμιοι κἀν χερσὶν ἦν ἡ μάχη· προθυμίᾳ δὲ καὶ διακελευσμῷ τὰ πρὸς ἀλλήλους χρωμένων μέχρι μὲν οὖν Μωυσῆς αὖθις ἀνίσχει τὰς χεῖρας, καὶ τοὺς Ἀμαληκίτας κατεπόνουν οἱ Ἑβραῖοι. τὸν οὖν πόνον τῆς ἀνατάσεως τῶν χειρῶν ὁ Μωυσῆς οὐχ ὑπομένων, ὁσάκις γὰρ ἂν αὐτὰς καθίει τοσαυτάκις ἐλαττοῦσθαι τοὺς οἰκείους αὐτοῦ συνέβαινε,
54 κελεύει τόν τε ἀδελφὸν Ἀαρῶνα καὶ τῆς ἀδελφῆς Μαριάμης τὸν ἄνδρα Οὖρον ὄνομα στάντας ἑκατέρωθεν αὐτοῦ διακρατεῖν τὰς χεῖρας καὶ μὴ ἐπιτρέπειν κάμνειν βοηθοῦντας. καὶ τούτου γενομένου κατὰ κράτος ἐνίκων τοὺς Ἀμαληκίτας οἱ Ἑβραῖοι, καὶ πάντες ἂν ἀπωλώλεισαν, εἰ μὴ νυκτὸς ἐπιγενομένης ἀπέσχοντο τοῦ κτείνειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi