Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

58 ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς.
59 Τὴν μέντοι στάσιν οὐδʼ οὕτως συνέβη παύσασθαι, πολλῷ δὲ μᾶλλον αὔξειν καὶ φύεσθαι· χαλεπωτέραν ἐλάμβανε τῆς ἐπὶ τὸ χεῖρον προκοπῆς αἰτίαν, ὑφʼ ἧς οὐδέποτε λήξειν τὸ δεινὸν ἦν εἰκὸς ἀλλʼ εἰς χρόνον παραμενεῖν.
60 οἱ γὰρ ἄνθρωποι πεπιστευκότες ἤδη μηδὲν γίνεσθαι δίχα τῆς τοῦ θεοῦ προνοίας οὐκ ἐβούλοντο ταῦτα χωρὶς τῆς εἰς Μωυσῆν χάριτος τοῦ θεοῦ πεπρᾶχθαι, κατηγόρουν δʼ αὐτοῦ τὴν ὀργὴν τοῦ θεοῦ γίνεσθαι τοσαύτην οὐχ οὕτω διὰ τὴν τῶν κολασθέντων ἀδικίαν, ὡς Μωυσέος πραγματευσαμένου·
61 καὶ τοὺς μὲν διεφθάρθαι μηδὲν ἐξαμαρτόντας ἢ ὅτι περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδάκεσαν, τὸν δὲ τοιούτων ἀνδρῶν ὀλέθρῳ καὶ πάντων ἀρίστων ἐζημιωκότα τὸν λαὸν πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην ἔτι καὶ τὴν ἱερωσύνην ἀναμφίλεκτον τἀδελφῷ παρασχεῖν·
62 οὐδένα γὰρ ἔτι αὐτῆς ἄλλον ἀντιποιήσεσθαι καὶ τοὺς πρώτους ὁρῶντα κακῶς ἀπολωλότας. ἔτι γε μὴν καὶ παρὰ τῶν οἰκείων τοῖς διεφθαρμένοις δέησις ἐγένετο πολλὴ τοῦ πλήθους μειῶσαί τι τῆς Μωυσέος μεγαλαυχίας· ἀσφαλὲς γὰρ αὐτοῖς τοῦτʼ εἶναι.
63 Μωυσῆς δέ, καὶ γὰρ ἐκ πολλοῦ συνιστάμενον ἠκροᾶτο τὸν θόρυβον, δείσας μή τι νεωτερίσωσι πάλιν καὶ γένηταί τι μέγα καὶ χαλεπὸν συνήγαγε τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ περὶ μὲν ὧν ἠκροᾶτο εἰς ἀπολογίαν οὐ καθιστάμενος, ἵνα μὴ παροξύνῃ τὸ πλῆθος, αὐτὸ δὲ μόνον τοῖς φυλάρχοις προειπὼν κομίζειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα·
64 λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην, οὗπερ ἂν ὁ θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ. δόξαν οὖν κομίζουσιν οἵ τε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ, καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι. τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας· γνώριμοι δʼ ἦσαν κατασημηναμένων αὐτὰς τῶν τε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi