Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

65 καὶ τὰς μὲν ἄλλας ἐφʼ οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δʼ ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης.
66 ἐκπλαγέντες δʼ ἐπὶ τῷ παραλόγῳ τῆς θέας, εἰ καί τισι διὰ μίσους ἦν ὁ Μωυσῆς καὶ Ἀαρών, ἀφέντες τοῦτο θαυμάζειν ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην. καὶ ὁ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν, ἡ δὲ τῶν Ἑβραίων στάσις πολὺν ἀκμάσασα χρόνον τοῦτον ἐπαύθη τὸν τρόπον.
67 Μωυσῆς δʼ ἐπεὶ πολέμου καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλὴ θεραπεύουσα τὸν θεόν, ἵνα μὴ διʼ ἀπορίαν μηδὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς Λευίταις ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆς τε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι.
68 πρὸς τούτοις δὲ καὶ τὸν λαὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖς τε τοῖς Λευίταις καὶ ἱερεῦσι τελεῖν. καὶ ἃ μὲν ἡ φυλὴ παρὰ τοῦ πλήθους λαμβάνει ταῦτʼ ἐστίν· ἀναγκαῖον δʼ ἡγησάμην ἃ τοῖς ἱερεῦσιν ἰδίᾳ παρὰ πάντων γίνεται δηλῶσαι.
69 Τῶν μὲν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοῦ λαοῦ κατʼ ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν.
70 ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν, καὶ τῶν τετραπόδων δὲ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἂν ἄρσεν ᾖ, καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει.
71 τῶν δʼ οὐ νενομισμένων ἐσθίειν παρʼ αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους, εἶναι δὲ ἀπαρχὰς αὐτοῖς καὶ τῆς τῶν προβάτων κουρᾶς, τούς τε πέττοντας τὸν σῖτον καὶ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi