Kitap 4
79
μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ὁ ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ.
80
ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον· συναγαγὼν δʼ αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον.
81
τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν.
82
Μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, ὃ μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην.
83
ἐνταῦθα ὑψηλοῦ περιέχοντος ὄρους αὐτὸ ἀναβὰς Ἀαρὼν ἐπʼ αὐτὸ Μωυσέος αὐτῷ δεδηλωκότος, ὅτι μέλλοι τελευτᾶν, παντὸς τοῦ στρατεύματος ὁρῶντος, κάταντες γὰρ ἦν τὸ χωρίον, ἀποδύεται τὴν ἀρχιερατικὴν στολὴν καὶ παραδοὺς αὐτὴν Ἐλεαζάρῳ τῷ παιδί, πρὸς ὃν διὰ τὴν ἡλικίαν ἡ ἀρχιερωσύνη παραγίνεται, θνήσκει τοῦ πλήθους εἰς αὐτὸν ἀφορῶντος,
84
τῷ μὲν αὐτῷ τελευτήσας ἔτει, ᾧ καὶ τὴν ἀδελφὴν ἀπέβαλε, βιοὺς δὲ ἔτη τὰ πάντα τρία πρὸς τοῖς εἴκοσι καὶ ἑκατόν. ἀποθνήσκει δὲ κατὰ σελήνην νουμηνίᾳ μηνὸς ὄντος τοῦ παρὰ μὲν Ἀθηναίοις Ἑκατομβαιῶνος καλουμένου Λώου δὲ παρὰ Μακεδόσι Σαβὰ δὲ παρὰ Ἑβραίοις.
85
Πένθος δὲ ἐπʼ αὐτῷ τοῦ λαοῦ τριακονθήμερον ἄγοντος, ἐπεὶ τοῦτʼ ἐλώφησεν, ἀναλαβὼν ἐκεῖθεν Μωυσῆς τὸν στρατὸν παρῆν ἐπὶ τὸν ποταμὸν Ἀρνῶνʼ, ὃς ἐκ τῶν τῆς Ἀραβίας ὀρῶν ὡρμημένος καὶ διὰ πάσης ἐρήμου ῥέων εἰς τὴν Ἀσφαλτῖτιν λίμνην ἐκδίδωσιν ὁρίζων τήν τε Μωαβῖτιν καὶ Ἀμωρῖτιν. γῆ δʼ αὕτη καρποφόρος καὶ πλῆθος ἀνθρώπων τοῖς παρʼ αὐτῆς ἀγαθοῖς ἱκανὴ τρέφειν.