Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

267 Οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ἢ ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθʼ ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες.
268 ἂν δὲ ἀναισχυντῶσι περὶ τὴν ἀπόδοσιν, μὴ περὶ τὴν οἰκίαν βαδίσαντας ἐνεχυριάζειν πρὶν ἢ δίκη περὶ τούτου γένηται· τὸ δʼ ἐνέχυρον αἰτεῖν ἔξω καὶ τὸν ὀφείλοντα κομίζειν διʼ αὐτοῦ μηδὲν ἀντιλέγοντα τῷ μετὰ νόμου βοηθείας ἐπʼ αὐτὸν ἥκοντι.
269 κἂν μὲν εὔπορος ᾖ ὁ ἐνεχυρασμένος, κατεχέτω τοῦτο μέχρι τῆς ἀποδόσεως ὁ δεδανεικώς, ἂν δὲ πένης, ἀποτιθέτω πρὶν ἡλίου δυσμῶν, καὶ μάλιστʼ ἂν ἱμάτιον ᾖ τὸ ἐνέχυρον, ὅπως εἰς ὕπνον ἔχῃ τοῦτο, φύσει τοῦ θεοῦ τοῖς πενομένοις ἔλεον νέμοντος.
270 μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στερῶνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδʼ ὑπʼ ἐνδείας πάθωσί τι τῶν χειρόνων.
271 Ἐπʼ ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία, ὁ δὲ χρυσὸν ἢ ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. κτείνας δʼ ἐπὶ τοῖς κατʼ οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κἂν εἰ πρὸς διορύγματι τειχίου.
272 βόσκημα δὲ ὁ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δʼ ὑπὲρ τούτου καταβαλλέτω. ὁ δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις.
273 Πραθεὶς δὲ ὁμοφύλῳ τις ἓξ ἔτη δουλευέτω, τῷ δʼ ἑβδόμῳ ἐλεύθερος ἀφείσθω· ἐὰν δὲ τέκνων αὐτῷ γενομένων ἐκ δούλης παρὰ τῷ πριαμένῳ διὰ τὴν εὔνοιαν καὶ τὴν πρὸς τὰ οἰκεῖα φιλοστοργίαν βούληται δουλεύειν, ἐνιαυτοῦ ἐνστάντος τοῦ ἰοβήλου, πεντηκοστὸς δὲ ἐνιαυτός ἐστιν, ἐλευθερούσθω καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα ἐλευθέραν ἐπαγόμενος.
274 Ἐὰν δέ τις ἢ χρυσίον ἢ ἀργύριον εὕρῃ καθʼ ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν ᾧ εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατʼ ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρʼ αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi