Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

309 Τῇ δʼ ὑστεραίᾳ τὸν λαὸν σὺν γυναιξὶν ἅμα καὶ τέκνοις εἰς ἐκκλησίαν συναγαγών, ὡς παρεῖναι καὶ τὰ ἀνδράποδα, ὥρκου τῶν νόμων αὐτοὺς φυλακὴν ποιήσασθαι καὶ τῆς τοῦ θεοῦ διανοίας ἀκριβεῖς λογιστὰς γινομένους εἰ μηδὲν εἰς αὐτοὺς μήτε συγγενείᾳ χαριζομένους μήτε εἴκοντας φόβῳ μήτε ἄλλην καθάπαξ αἰτίαν κυριωτέραν τῆς τῶν νόμων φυλακῆς ὑπολαμβάνοντας παραβῆναι τούτους,
310 ἀλλʼ ἄν τέ τις τῶν ἐξ αἵματος συγχεῖν καὶ καταλύειν ἐπιχειρῇ τὴν κατʼ αὐτοὺς πολιτείαν ἄν τε πόλις, ἀμύνειν αὐτοῖς καὶ κοινῇ καὶ κατʼ ἰδίαν, καὶ κρατήσαντας μὲν ἐξ αὐτῶν ἀνασπᾶν θεμελίων καὶ μηδὲ τὸ ἔδαφος τῶν ἀπονοηθέντων εἰ δυνατὸν καταλιπεῖν, εἰ δʼ ἀσθενοῖεν λαβεῖν τὴν τιμωρίαν, αὐτὸ τὸ μὴ κατὰ βούλησιν ἰδίαν ταῦτα γίνεσθαι δεικνύναι. καὶ τὸ μὲν πλῆθος ὤμνυεν.
311 Ἐδίδασκε δὲ αὐτούς, ὡς ἂν αἱ θυσίαι τῷ θεῷ μᾶλλον κεχαρισμέναι γένοιντο καὶ ὅπως ἂν οἱ στρατεύοντες ἐξίοιεν τεκμηρίῳ χρώμενοι τοῖς λίθοις, ὡς καὶ πρότερον δεδήλωκα. προεφήτευσε δὲ καὶ Ἰησοῦς Μωυσέος παρόντος.
312 ἔπειτα πάνθʼ ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔν τε πολέμοις καὶ κατʼ εἰρήνην νόμους τε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν,
313 ὡς ὅπλων τε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δʼ αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας.
314 ὁ μέντοι θεὸς ὁ κτίσας ὑμᾶς πόλεις τε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν· ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις.
315 Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi