Kitap 4
45
ὁ ποτίμους ἡμῖν διεφθαρμένας πηγὰς ῥεῦσαι παρασκευάσας καὶ τελέως ἀποροῦσιν ἐκ πετρῶν ἐλθεῖν ἡμῖν ποτὸν μηχανησάμενος, ὁ τῶν γῆθεν ἀπορουμένους εἰς τροφὴν διασώσας τοῖς ἀπὸ θαλάσσης, ὁ καὶ ἀπʼ οὐρανοῦ τροφὴν καταπέμψας οὐ πρότερον ἱστορηθεῖσαν, ὁ νόμων ἡμῖν ἐπίνοιαν ὑποθέμενος καὶ διάταξιν πολιτείας·
46
ἐλθέ, δέσποτα τῶν ὅλων, δικαστής μου καὶ μάρτυς ἀδωροδόκητος, ὡς οὔτε δωρεὰν ἐγὼ παρʼ Ἑβραίων τινὸς κατὰ τοῦ δικαίου προσηκάμην οὔτε πλούτῳ κατέκρινα πενίαν νικᾶν δυναμένην οὔτε ἐπὶ βλάβῃ τοῦ κοινοῦ πολιτευσάμενος εἰς ἀλλοτριωτάτας τῶν ἐμῶν ἐπιτηδευμάτων ἐπινοίας πάρειμι, ὡς οὐχὶ σοῦ κελεύσαντος Ἀαρῶνι δοὺς τὴν ἱερωσύνην ἀλλὰ κατʼ ἐμὴν χάριν.
47
παράστησον δὲ καὶ νῦν, ὅτι πάντα σῇ προνοίᾳ διοικεῖται καὶ μηδὲν αὐτομάτως ἀλλὰ κατὰ βούλησιν βραβευόμενον τὴν σὴν εἰς τέλος ἔρχεται, ὅτι δὲ φροντίζεις τῶν Ἑβραίους ὀνησόντων, μετελθὼν Ἀβίραμον καὶ Δαθάμην, οἵ σου καταδικάζουσιν ἀναισθησίαν ὡς ὑπʼ ἐμῆς τέχνης νικωμένου.
48
ποιήσεις δὲ φανερὰν τὴν ἐπʼ αὐτοῖς δίκην οὕτως μεμηνότων κατὰ τῆς σῆς δόξης, μὴ κοινῶς ἐκ τοῦ ζῆν αὐτοὺς μεταστήσας μηδʼ ὡς ἀποθανόντας κατʼ ἀνθρώπινον ἐξεληλυθότας τοῦ βίου φανέντας νόμον, ἀλλὰ χάνοι περὶ αὐτοὺς ἅμα τῇ γενεᾷ καὶ τοῖς ὑπάρχουσιν ἣν πατοῦσι γῆν·
49
τοῦτο γὰρ σῆς ἐπίδειξις ἂν ἰσχύος ἅπασι γένοιτο καὶ διδασκαλία σωφροσύνης δὲ εἰς τοὺς ταῦτα πείσεσθαι περὶ σοῦ δοξάζοντας οὐχ ὅσια· εὑρεθείην γὰρ ἂν οὕτως ἀγαθὸς ὑπηρέτης ὧν σὺ προστάσσεις.
50
εἰ δʼ ἀληθεῖς πεποίηνται τὰς κατʼ ἐμοῦ διαβολάς, τοὺς μὲν ἀπαθεῖς ἀπὸ παντὸς φυλάξεις κακοῦ, ὃν δʼ ἐπηρασάμην ὄλεθρον αὐτοῖς τοῦτον ποιήσεις ἐμόν, καὶ δίκην εἰσπραξάμενος παρὰ τοῦ τὸν σὸν ἀδικῆσαι θελήσαντος λαὸν τοῦ λοιποῦ βραβεύων ὁμόνοιαν καὶ εἰρήνην σῶζε τὴν πληθὺν ἑπομένην τοῖς σοῖς προστάγμασιν, ἀπαθῆ τηρῶν αὐτὴν καὶ ἀκοινώνητον τῆς τῶν ἡμαρτηκότων κολάσεως· σὺ γὰρ αὐτὸς οἶσθα, ὡς οὐ δίκαιον ὑπὲρ τῆς ἐκείνων κακίας κοινῇ πάντας Ἰσραηλίτας τιμωρίαν ἐκτίνειν.