Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

63 τοῦ δὲ περὶ τῆς τῶν Ἑβραίων ἀρετῆς λόγου πολλοῦ φοιτῶντος εἰς τοὺς περιοίκους κατάπληξις εἶχε τοὺς ἀκούοντας τὸ τῶν ἀπολωλότων πλῆθος καὶ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ περὶ Λίβανον ὄρος βασιλεῖς ὄντες Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδίοις τῶν Χαναναίων Παλαιστίνους προσλαβόντες στρατοπεδεύουσι πρὸς Βηρώθῃ πόλει Γαλιλαίας τῆς ἄνω Κεδέσης οὐ πόρρω· Γαλιλαίων δʼ ἐστὶ καὶ τοῦτο τὸ χωρίον.
64 τοῦ δὲ στρατοῦ παντὸς ὁπλιτῶν μὲν ἦσαν μυριάδες τριάκοντα μύριοι δʼ ἱππεῖς καὶ ἅρματα δισμύρια. καταπλήττει δὲ τὸ πλῆθος τῶν πολεμίων αὐτόν τε Ἰησοῦν καὶ τοὺς Ἰσραηλίτας καὶ πρὸς τὴν ἐλπίδα τοῦ κρείττονος εὐλαβεστέρως εἶχον διʼ ὑπερβολὴν τοῦ δέους.
65 τοῦ θεοῦ δʼ ἐξονειδίσαντος αὐτοῖς τὸν φόβον καὶ τί πλέον τῆς παρʼ αὐτοῦ βοηθείας ποθοῦσιν, ὑποσχομένου τε νικήσειν τοὺς ἐχθροὺς καὶ κελεύσαντος τούς τε ἵππους ἀχρήστους ποιῆσαι καὶ τὰ ἅρματα πυρῶσαι, θαρσαλέος πρὸς τὰς ὑποσχέσεις τοῦ θεοῦ γενόμενος ἐξώρμησεν ἐπὶ τοὺς πολεμίους,
66 καὶ διὰ πέμπτης ἡμέρας ἐπʼ αὐτοὺς ἐλθὼν συνάπτει καὶ καρτερὰ μάχη γίνεται καὶ φόνος κρείττων πίστεως παρὰ τοῖς ἀκροωμένοις. διώκων δʼ ἐπὶ πλεῖστον ἐξῆλθε καὶ πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διέφθειρε,
67 καὶ οἱ βασιλεῖς πάντες ἔπεσον, ὥστε τῶν ἀνθρώπων ἐπιλελοιπότων πρὸς τὸ κτείνεσθαι τοὺς ἵππους Ἰησοῦς αὐτῶν ἀνῄρει καὶ τὰ ἅρματα ἐνεπίμπρα, τήν τε χώραν ἐπʼ ἀδείας διεπορεύετο μηδενὸς τολμῶντος εἰς μάχην ἐπεξελθεῖν, ἀλλὰ πολιορκίᾳ τὰς πόλεις αἱρῶν καὶ πᾶν ὅ τι λάβοι φονεύων.
68 Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτʼ οὐδεὶς ὑπολέλειπτο πλὴν εἰ μή τινες ὀχυρότητι τειχῶν διέφυγον. Ἰησοῦς δʼ ἐκ τῶν Γαλγάλων ἀναστρατοπεδεύσας εἰς τὴν ὄρειον ἱστᾷ τὴν ἱερὰν σκηνὴν κατὰ Σιλοῦν πόλιν, ἐπιτήδειον γὰρ ἐδόκει τὸ χωρίον διὰ κάλλος, ἕως οἰκοδομεῖν ναὸν αὐτοῖς τὰ πράγματα παράσχοι.
69 καὶ χωρήσας ἐντεῦθεν ἐπὶ Σικίμων σὺν ἅπαντι τῷ λαῷ βωμόν τε ἵστησιν ὅπου προεῖπε Μωυσῆς καὶ νείμας τὴν στρατιὰν ἐπὶ μὲν τῷ Γαριζεῖ ὄρει τὴν ἡμίσειαν ἵστησιν, ἐπὶ δὲ τῷ Ἡβήλῳ τὴν ἡμίσειαν ἐν ᾧ καὶ ὁ βωμός ἐστι καὶ τὸ Λευιτικὸν καὶ τοὺς ἱερέας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi